παρ' ἑαυτοῦ, πολλήν τινα μοῖραν τοῦ λόγου νειμάμενος τῇ ψυχῇ· οὗτος τοιγαροῦν ὁ ἀνὴρ θυγάτριόν τι ἑαυτῷ εἰσποιητὸν τὴν εὐφημίαν πρὸ πολλοῦ θέμενος, τὴν θέσιν εἰς φύσιν μετήλλαξε, καὶ τῷ ὄντι πατρῴαν καὶ φυσικὴν περὶ αὐτὸ διάθεσιν ἔσωζε. μὴ γὰρ ὑπούσης αὐτῷ γονῆς ἄλλοθεν, περὶ τὴν παῖδα τὸ τῆς ψυχῆς ἅπαν ἐκίνει φιλότιμον, οὐ τὰ παρόντα μόνον ταύτῃ διατιθέμενος εὖ, ἀλλ' ὅπως ἂν καὶ τῶν μελλόντων κάλλιστα ἕξει πόρρωθεν προνοούμενος. μὴ γάρ τοι τὸν τῆς ἐφηβείας ἀναμείνας χρόνον καθ' ὃν γάμοι καὶ συνάφειαι νόμιμοι πεφύκασι γίνεσθαι, ἐν ἀτελεῖ ἔτι τῇ ἡλικίᾳ καὶ μήπω γάμου ἔτι ὥραν ἀγούσῃ, κατεγγυᾶται αὐτῇ τὸν τοῦ πρωτοσπαθαρίου Ἰωάννου τοῦ Κεγχρῆ υἱὸν Ἐλπίδιον, ἄρτι που τὸν ἔφηβον παραλλάττοντα χρόνον, καὶ διπλᾶ τῇ μνηστῇ ἔτη βιώσαντα. τοῦτο μέντοι καὶ πολλοῖς ἑτέροις ἐγεγόνει καὶ γίνεται, καὶ ὁ νόμος οἶδε τὸ πρᾶγμα καὶ οὐκ ἀποδοκιμάζει τῶν συναλλαττόντων τὴν αἵρεσιν. τὸ γὰρ μὴ εἰδέναι ἕκαστον ὁπόσα ἔτη βιώσεται, καὶ εἰ τοῖς παισὶν αὐξανομένοις συζήσεται, ἐμβάλλει τῇ ψυχῇ πόρρωθεν φροντίζειν τῆς φύσεως καὶ τὰς συζυγίας ἁρμόζεσθαι. τῷ δὲ γε βεστάρχῃ καὶ ἄλλο τι ἐπισυμβεβήκει· ἀγχοῦ γὰρ τοῦ τηνικαῦτα βασιλεύοντος κῦρ Κωνσταντίνου τοῦ Μονομάχου ἑστῶς, κἀν τῇ συγκλήτῳ διαπρέπων βουλῇ, δεῖν ἔγνω τοῖς καιροῖς ἐν οἷς αὐτῷ τὰ τῆς λεγομένης παρὰ τοῖς πολλοῖς τύχης εὖ ἵστατο, εἰς φροντίδα τῆς παιδὸς ἀποχρήσασθαι, ἵνα μὴ μεταβολῆς γενομένης, κατόπιν τε τῶν πραγμάτων γένοιτο καὶ μεταμελοῖτο ἀνόνητα. ᾔδει γάρ, οἷα σοφός, ὡς οὐκ ἐν στάσει τὰ καθ' ἡμᾶς, ἀλλὰ λανθάνει τοὺς πολλοὺς τὰ δοκοῦντα ἑστηκέναι κινούμενα καὶ περιτρεπόμενα· καὶ δεῖ πρὸ τῆς ἐσχάτης περιτροπῆς καὶ τὸν τῆς νεὼς κυβερνήτην μεταχειρίζεσθαι τὰ πηδάλια καὶ τὸν ἐφεστηκότα πράγμασι πρὸς τὸ δοκοῦν συμφέρον αὐτὰ διατίθεσθαι. ἀλλὰ ταῦτα ἂν τις ὑπεραπολογήσαιτο τοῦ ἀνδρὸς καὶ ἀπολύσαιτο αὐτὸν αἰτιάματος. Ὅθεν καὶ πολλοὺς μὲν τῶν ἐν τέλει παραιτησάμενος, οὐκ ὀλίγους δὲ καὶ τῶν οἷς ἡ κρηπὶς τοῦ γένους ἀνωθεν εὐκλεής, τῇ εἰσποιήτῳ θυγατρὶ μνηστεύεται τὸν Ἐλπίδιον, καὶ ἀπ' αὐτῆς ὅ φασι γραμμῆς τῆς πρὸς αὐτὸν διαθέσεως ἄρχεται. τοῖς τε γὰρ πρωτοσπαθαρίοις τοῦτον ἐγκαταλέγει, καὶ τοῖς ἐς τὸ τοῦ Ἀντιφωνητοῦ σέκρετον μικροῖς βασιλικοῖς νοταρίοις ἐγκατατάττει, ἔτι γε μὴν καὶ τοῖς ἐς τὸν ἱππόδρομον ἐγκρίνει κριταῖς. ἀλλὰ τὸ μὲν πρωτοσπαθαράτον εἰς μέρος προικὸς τῷ Ἐλπιδίῳ λελόγισται, τὰ δ' ἄλλα φιλοτιμίας λόγον ἐπέχει. πεντήκοντα γὰρ λίτρας τῇ θυγατρὶ ὑποσχόμενος, τὰς μὲν δέκα διὰ κεχαραγμένου χρυσίου δέδωκε, τὰς δὲ εἴκοσιν εἴδεσι διαφόροις ἀπαριθμεῖται, τὰς δέ γε λοιπὰς εἴκοσι διὰ τῆς τοῦ πρωτοσπαθαράτου τιμῆς τῇ ποσότητι τῆς ὑποσχέσεως ἀνεπλήρωσεν. ἦν δ' ἄρα πρὸ τούτων ὁ ταῦτα εἰληφὼς σπαθάριος δυοκαίδεκα νομίσματα ῥογευόμενος, ὁ δέ γε βεστάρχης ἑξήκοντα ἕτερα τούτοις προστέθεικε, πολλαπλασιάσας τοῖς ἑπομένοις τὰ προηγούμενα. Ἔδει δὲ ἄρα μὴ τοῖς ἐκτὸς αὐτὸν εὐθὺς καλλωπίζειν, μηδὲ περιάπτοις κατακοσμεῖν, ἀλλ' ἀπὸ κρηπίδος ὅ φασι τοῦ νεὼ τῆς ἐκείνου ψυχῆς τὸ εἰς αὐτὸν φίλτρον ἐνδείκνυσθαι, καὶ τὴν τρόπιν πρῶτον ὑποτιθέναι, εἶτα τὰς ἑκατέρωθεν συμπηγνῦναι πλευράς. ὁ δέ-οὐκ οἶδ' ὅντινα τρόπον-ἀπὸ τοῦ σώματος εἰς τὴν ψυχὴν ἤρξατο τὰ πρῶτα ποιούμενος δεύτερα. ἀλλ' ὅ γε Ἐλπίδιος τὴν ἔξωθεν τεθαυμακὼς ἀστραπὴν καὶ τὸ τῆς φαινομένης δόξης κάλλος ἠγαπηκώς, πρὸς τὸ τῶν λόγων ἀπέμυσε φῶς. καὶ ὁ μὲν βεστάρχης ἐπόνει ἀροτριῶν τὴν ἐκείνου ψυχήν, ὁ δὲ ἀντεπόνει μὴ δεχόμενος τὰ βαλλόμενα. καὶ ὁ μὲν ἐδίδου βιβλία κρατεῖν καὶ πρὸς λόγοις εἶναι, ὁ δὲ ἵππον ἀντῄτει εὐήνιον καὶ μίμοις καὶ ἡνιόχοις συζῇν. καὶ ἀντεφιλοτιμοῦντο ἑκάτεροι, ὁ μὲν ὅπως ἂν ἀγαθὸς γένοιτο, ὁ δὲ ὅπως ἂν πονηρὸς ἀποβαίη. καὶ ἤστην ἄμφω διαμαχομένω ἀλλήλοιν περὶ διαφόρων διαθέσεών τε καὶ ἕξεων· καὶ λαμπρὰ μὲν ἡ