15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
διάκοσμος, ὄπισθεν δὲ ὁ τελευταῖος δημιουργηθεὶς ἄνθρωπος. καὶ τῆς νοητῆς δὲ οὐσίας εἴ τις τὰ μέρη ἐκλάβοι, εὑρήσει καθ' ἕκαστον τὸ μέν τι ἔμπροσθεν, τὸ δὲ ὄπισθεν. τὸ γοῦν αὐτοκίνητον ἔμπροσθεν μὲν τοῦ ἑτεροκινήτου, ὄπισθεν δὲ τοῦ αὐθυποστάτου, ἤτοι τοῦ ὄντος, καὶ τοῦτο τοῦ ἑνός, ἤτοι τοῦ ἀγαθοῦ, τοῦτο δὲ μόνον ἀγέννητον καὶ πρῶτον τὸ ἔμπροσθεν. ὅσοι γοῦν τοῦτο τεθέανται οὐκ ἀμέσως αὐτοπτῆσαι ἴσχυσαν, ἀλλ' οὐδὲ τῆς οὐσίας αὐτοῦ καθαρῶς ἐπαφήσεσθαι, ἀλλὰ διὰ τῶν ὄπισθεν καὶ τῶν ὑστέρων τεθέανται. ἀφανὴς γὰρ ὢν ὁ πάντων δημιουργὸς καὶ «τῆς οἰκείας ἐνδότητος» κατὰ τὸν μέγαν ∆ιονύσιον μηδέποτε ἐξιστάμενος, φανερὸς γίνεται τοῖς μετ' ἐκεῖνον ἐκείνου γνωρίσμασιν. ἐπεὶ δὲ βάθος ἔχει ἡ μετ' ἐκεῖνον ξύμπασα οὐσία, καὶ ἡ μέν τις ἐγγύτατα τυγχάνει τῆς θείας ἑνότητος, ἡ δέ τις ὑποβέβηκε, καὶ αὖθις ἑτέρα ἀφέστηκε, καὶ ἡ πρόοδος ἄχρι τῆς ὕλης κατιοῦσα οὐ παύεται (αὕτη γὰρ τελευταῖον ἀπήχημα τοῦ θεοῦ), ὁ μέν τις ἀπὸ τῶν ἐσχάτων ἔγνωκε τὸν θεόν, αὐτῆς φημι τῆς ἀνειδέου ὕλης καὶ ἀδιατυπώτου, ὁ δέ τις ἀπὸ τῶν εἰδοποιηθέντων σωμά των, ὁ δὲ ἀπὸ τῆς πρὸς ἄλληλα τούτων ἁρμονίας καὶ τάξεως πόρρω προβαίνων ἀπὸ τῆς οὐρανίου περιφορᾶς καὶ τῆς ἀπαύστου κινήσεως τὴν ἀκίνητον φύσιν διέγνωκεν, ἄλλος δὲ χρόνον ἐπαναβεβηκὼς καὶ φύσιν τῷ αἰῶνι συνετεκμήρατο τὸν θεόν. Καὶ ἵνα μὴ τὸ πᾶν βάθος ἀναλέγωμαι νῦν, πάντες ἐκ τῶν ὀπισθίων ἐγνώκασι τὸν θεόν, ἀλλ' ὁ μὲν τῶν ἐγγύς, ὁ δὲ τῶν μᾶλλον διεστηκότων. καὶ Μωσῆς δὲ ὁ μαρτυρηθεὶς «ἀστεῖος» εἶναι παρὰ «θεῷ», ὁ τεσσαράκοντα ὅλοις ἔτεσι τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας, ὁ «στόμα κατὰ στόμα λαλήσας» θεῷ «ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων», διὰ τῶν ἐσχάτων καὶ οἷον ὀπισθίων τὴν μόνην ἐμπρόσθιον καὶ ἀγέννητον φύσιν ἐγνώ ρισεν. «Ἐν ἀρχῇ» γάρ φησιν «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». τί λέγεις, ὦ θεοπτικώτατε, ὁ παντὸς προφήτου σεμνότερος, ὁ τὴν γῆν ὑπεραναβάς, τουτέστι πᾶσαν τὴν αἴσθησιν, καὶ οἷον ἐν ὄρει τῇ τῶν ἀρετῶν ἀκρωρείᾳ γενόμενος κἀντεῦθεν τῷ φαεινοτάτῳ γνόφῳ συλληφθεὶς καὶ ἑωρακὼς τὸν θεόν, οὐ γνωρίζεις τοῦτον ἡμῖν, ἀφ' ὧν ἀμέσως ἑώρακας, οὐχ ὑπογράφεις τὸ εἶδος, οὐ παριστᾷς τὴν οὐσίαν, οὐ τὰς χεῖρας ἡμῖν ὑποδεικνύεις, ἀφ' ὧν δὴ τὰς πλάκας ὑποδεξάμενος ἐνομοθέτησας τῷ λαῷ, ἀλλὰ δέον ἐν βραχυτάτῳ τὸ θεῖον ἡμῖν συγκεφαλαιώσασθαι, ἀνήνυτον περιτρέχεις ὁδόν, καὶ διὰ τῶν κτισμάτων ἀνάγεις πρὸς τὸν ποιήσαντα; ὅτι, φησί, μὴ ἃ τεθέαμαι τυγχάνει θεὸς ταῦτα. ἐγὼ μὲν γὰρ «γνόφῳ» καὶ φωτὶ προσωμίλησα, ὥσπερ τῶν μετ' ἐμὲ προφητῶν ὁ μὲν «ἠλέκτρῳ», ὁ δὲ «ἀστραπῇ», ὁ δὲ θρόνῳ πυρίνῳ καὶ ἕτερος φλογίνῳ ὀχήματι. ὁ δὲ θεὸς ἕτερος παρὰ ταῦτα, κρείττων εἴδους, οὐσίας ὑπέρτερος, τῷ ἑνὶ μόνῳ χαρακτηριζόμενος, καὶ τούτῳ λίαν ἀμυδρῶς· ἓν γὰρ μόνον ὁ θεός, ἀλλ' οὐχ ὑλαῖον, τοῦτο γὰρ χεῖρον τοῦ συνθέτου· οὐδὲ ἄτομον, καὶ τοῦτο γὰρ ἔσχατος μερισμός· οὐδὲ ὡς γένος ἕν, καὶ τοῦτο γὰρ προσείληφε τὴν τῶν εἰδῶν διαφορὰν καὶ τρόπον τινὰ συντέθειται· οὐδ' ὡς εἶδος ἕν, οὐ γὰρ ψυχή, οὐ νοῦς, οὐκ ὄν, οὐδ' ἄλλο τι τῶν ὑπὲρ ταῦτα, ἀλλ' ὂν μὲν ὅτι ὑφέστηκεν, οὐκ ὂν δὲ ὅτι παρὰ τὴν τῶν ὄντων ὑπόστασιν. ἐπεὶ τοίνυν ὥσπερ ἡ σκιὰ τὴν ἐμὴν ἐκφεύγει κατάληψιν καὶ οὐκ ἔχω τίσι χαρακτηρίσω τὸ ἀθέατον κάλλος, ἐκ τῶν φαινομένων αὐτὸ φυσιογνωμονῶ, καὶ τῇ τῶν ὄντων τάξει ἁρμονίᾳ τε καὶ ἀναλογίᾳ ἐκεῖνο τεκμαίρομαι κατὰ τοὺς ἐρωτικούς, οἳ δὴ ἀπὸ τοῦ αἰσθητοῦ κάλλους τὸ πρῶτον καὶ ἀειδὲς κάλλος φαντάζονται. θεασάμενος τοίνυν τὴν ἐν οὐρανῷ τάξιν, ἔγνωκα τὸν θεόν. τίς γὰρ ὁ τοῦτον συστησάμενος, τίς ὁ περιαγαγὼν καὶ συνδεσμήσας αὐτόν, τίς ὁ κινήσας καὶ φυλάττων αὐτῷ τὴν κίνησιν ἀδιάλυτον, τίς οἷα δὴ νυμφίον τοῖς ἄστρασι κατεκόσμησεν αὐτόν, τοὺς μὲν τῇ κεφαλῇ περιθέμενος, τοὺς δὲ περὶ τὸ στῆθος, οἷα δή τινας συνδέσμους «συμπορ πησάμενος», καὶ ἄλλους μὲν