μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῶα καὶ ἐννοίας τοῦ θείου καὶ πρό γνωσιν περὶ μελλόντων, τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτ' ἂν ἡ καθ' Ὅμηρον στρουθὸς ἐνόσσευσεν ὅπου δράκων ἔμελλεν αὐτὴν καὶ τὰ τέκνα ἀφανίσειν· οὔτ' ἂν ὁ κατὰ τὸν αὐτὸν ποιητὴν δράκων οὐκ ἐφυλάξατο ὑπὸ τοῦ ἀετοῦ ληφ θῆναι. φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα· Ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς Σμερδαλέος, τὸν δ' αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε, Βωμοῦ ὑπαΐξας, πρός ῥα πλατάνιστον ὄρουσεν. Ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοὶ, νήπια τέκνα, Ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες, Ὀκτώ· ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα. Ἔνθ' ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· Μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· Τὴν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. Αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν· Τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν· Λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω. Ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. Ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας. περὶ δὲ τοῦ δευτέρου, ὅτι Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, Αἰετὸς ὑψιπέτης, ἐπ' ἀριστερὰ λαὸν ἐέργων, Φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, Ζωὸν, ἔτ' ἀσπαίροντα· ὁ δ' οὔπω λήθετο χάρμης. Κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν, Ἰδνωθεὶς ὀπίσω· ὁ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε, Ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ· Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δ' ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν Κείμενον ἐν μέσσοισι, ∆ιὸς τέρας αἰγιόχοιο. Ἆρ' οὖν ὁ μὲν ἀετὸς ἦν μαντικὸς, ὁ δὲ δράκων, ἐπεὶ καὶ τούτῳ χρῶνται τῷ ζώῳ οἱ οἰωνοσκόποι, οὐκ ἦν μαντικός; τί δὲ, ἐπεὶ τὸ ἀποκληρωτικὸν εὐέλεγκτόν ἐστιν, οὐχὶ καὶ τὸ ἀμφοτέρους εἶναι μαντικοὺς ἐλεγχθείη ἄν; οὐκ ἂν γὰρ ὁ δράκων ὢν μαντικὸς οὐκ ἐφυλάξατο τάδε τινὰ ἀπὸ τοῦ ἀετοῦ παθεῖν; καὶ ἄλλα δ' ἂν μυρία τοιαῦτα εὕροι τις παρα δείγματα, παριστάντα ὅτι οὐ τὰ ζῶα μέν ἐστιν ἐν ἑαυτοῖς ἔχοντα μαντικὴν ψυχήν· ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων, «αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε·» κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται ἱέρακι· κίρκος γὰρ Ἀπόλλωνος εἶναι λέγεται ταχὺς ἄγγελος. 20.19 Κατὰ δὲ ἡμᾶς δαίμονές τινες φαῦλοι καὶ (ἵν' οὕτως ὀνομάσω) τιτανικοὶ ἢ γιγάντιοι, ἀσεβεῖς πρὸς τὸ ἀληθῶς θεῖον καὶ τοὺς ἐν οὐρανῷ ἀγγέλους γεγενημένοι, καὶ πε σόντες ἐξ οὐρανοῦ καὶ περὶ τὰ παχύτερα τῶν σωμάτων καὶ ἀκάθαρτα ἐπὶ γῆς καλινδούμενοι· ἔχοντές τι περὶ τῶν μελ λόντων διορατικὸν, ἅτε γυμνοὶ τῶν γηΐνων σωμάτων τυγ χάνοντες, καὶ περὶ τὸ τοιοῦτον ἔργον καταγινόμενοι, βου λόμενοι ἀπάγειν τοῦ ἀληθινοῦ θεοῦ τὸ τῶν ἀνθρώπων γένος, ὑποδύονται τῶν ζώων τὰ ἁρπακτικώτερα καὶ ἀγριώτερα καὶ ἄλλα πανουργότερα, καὶ κινοῦσιν αὐτὰ πρὸς ὃ βούλονται, ὅτε βούλονται· ἢ τὰς φαντασίας τῶν τοιωνδὶ ζώων τρέπου σιν ἐπὶ πτήσεις καὶ κινήσεις τοιάσδε· ἵν' ἄνθρωποι, διὰ τῆς ἐν τοῖς ἀλόγοις ζώοις ἁλισκόμενοι μαντικῆς, θεὸν μὲν τὸν περιέχοντα τὰ ὅλα μὴ ζητῶσι μηδὲ τὴν καθαρὰν θεοσέβειαν ἐξετάζωσι, πέσωσι δὲ τῷ λογισμῷ ἐπὶ τὴν γῆν καὶ τοὺς ὄρνεις καὶ τοὺς δράκοντας, ἔτι δ' ἀλώπεκας καὶ λύκους. καὶ γὰρ παρατετήρηται τοῖς περὶ ταῦτα δεινοῖς, ὅτι αἱ ἐναρ γέστεραι προγνώσεις διὰ τῶν τοιούτων ζώων γίγνονται· ἅτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζώων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας, καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζώων, ἐνεργῆσαι τάδε τὰ ζῶα. 20.20 Ὅθεν εἴπερ ἄλλο τι Μωσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις κατανοήσας ζώων διαφόρους, καὶ εἴτ' ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζώῳ συγγενῶν δαιμόνων, εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρὼν, ἐν τῇ περὶ ζώων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρ' Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικὰ, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα. καὶ ἐν ἀκαθάρτοις παρὰ Μωσῇ ἐστὶ λύκος καὶ ἀλώπηξ καὶ δράκων, ἀετός τε καὶ ἱέραξ, καὶ τὰ ὅμοια τούτοις. καὶ ὡς ἐπίπαν οὐ μόνον ἐν τῷ νόμῳ ἀλλὰ καὶ ἐν τοῖς προφήταις εὕροις ἂν ταῦτα τὰ ζῶα εἰς