1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

60

κρείσσους τῶν ἀνθρωπείων ἁπάντων εἰσίν, οὐδέ τι κεκτῆσθαι οὐδὲ θεραπεύειν τὰ σώματα, οὐ μέντοι οὐδὲ ἄλλου ὁτουοῦν ὀνίνασθαι ἐν σπουδῇ ἔχουσιν) ἐκκλησίαν ᾠκοδομήσατο, ἥνπερ τῇ θεοτόκῳ ἀνέθηκεν, ὅπως δὴ αὐτοῖς ἐν5.8.6 ταῦθα ἐξῇ εὐχομένοις τε καὶ ἱερωμένοις διαβιῶναι. ταύτην δὲ τὴν ἐκκλησίαν οὐ κατὰ τοῦ ὄρους ἐδείματο τὴν 5.8.7 ὑπερβολήν, ἀλλὰ παρὰ πολὺ ἔνερθεν. ἀνθρώπῳ γὰρ ἐν τῇ ἀκρωρείᾳ διανυκτερεύειν ἀμήχανά ἐστιν, ἐπεὶ κτύποι τε διηνεκὲς καὶ ἕτερα ἄττα θειότερα νύκτωρ ἀκούονται, δύναμίν τε καὶ γνώμην τὴν ἀνθρωπείαν ἐκπλήσσοντα. 5.8.8 ἐνταῦθά ποτε τὸν Μωσέα φασὶ πρὸς τοῦ θεοῦ τοὺς νό5.8.9 μους παραλαβόντα ἐξενεγκεῖν. ἐς δὲ τοῦ ὄρους τὸν πρόποδα καὶ φρούριον ἐχυρώτατον ὁ βασιλεὺς οὗτος ᾠκοδομήσατο, φυλακτήριόν τε στρατιωτῶν ἀξιολογώτατον κατεστήσατο, ὡς μὴ ἐνθένδε Σαρακηνοὶ βάρβαροι ἔχοιεν ἅτε τῆς χώρας ἐρήμου οὔσης, ᾗπέρ μοι εἴρηται, ἐσβάλλειν ὡς λαθραιότατα ἐς τὰ ἐπὶ Παλαιστίνης χωρία. 5.8.10 ταῦτα μὲν οὖν τῇδε πεποίηται. ὅσα δὲ κἀν τοῖς μοναστηρίοις πεποίηται τοῖς τῇδέ τε καὶ κατὰ τὴν ἄλλην ἑῴαν οὖσιν, αὐτίκα δή μοι ὡς ἐν κεφαλαίῳ γεγράψεται. 5.9.1 Μοναστήρια μὲν οὖν ἐν Ἱεροσολύμοις ἀνενεώσατο τάδε. τὸ τοῦ ἁγίου Θαλελαίου. 5.9.2 τὸ τοῦ ἁγίου Γρηγορίου. 5.9.3 τὸ τοῦ ἁγίου Παντελεήμονος ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου. 5.9.4 ξενῶνα ἐν Ἱεριχῷ. 5.9.5 ἐκκλησίαν τῆς θεοτόκου ἐν Ἱεριχῷ. 5.9.6 τὸ τῶν Ἰβήρων ἐν Ἱεροσολύμοις. 5.9.7 τὸ τῶν Λαζῶν ἐν τῇ ἐρήμῳ Ἱεροσολύμων. 5.9.8 τὸ τῆς ἁγίας Μαρίας ἐν τῷ ὄρει τῶν Ἐλαιῶν. 5.9.9 τὸ τῆς πηγῆς τοῦ ἁγίου Ἐλισσαίου ἐν Ἱεροσολύμοις. 5.9.10 τὸ Σιλέθεως. 5.9.11 τὸ τοῦ ἀββᾶ Ῥωμανοῦ. 5.9.12 ἐν Βηθλεὲμ τὸ τεῖχος ἀνενέωσε. 5.9.13 τὸ τοῦ ἀββᾶ Ἰωάννου ἐν Βηθλεέμ. 5.9.14 Φρέατα δὲ ἢ δεξαμενὰς ᾠκοδομήσατο οὕτως· 5.9.15 εἰς τὸ τοῦ ἁγίου Σαμουὴλ φρέαρ καὶ τεῖχος. 5.9.16 εἰς τὸ τοῦ ἀββᾶ Ζαχαρίου φρέαρ. 5.9.17 εἰς τὸ Σωσάννης φρέαρ. 5.9.18 εἰς τὸ Ἀφελίου φρέαρ. 5.9.19 εἰς τὸ τοῦ ἁγίου Ἰωάννου ἐν τῷ Ἰορδάνῃ φρέαρ. 5.9.20 εἰς τὸ τοῦ ἁγίου Σεργίου ἐν ὄρει καλουμένῳ Κισσερῶν φρέαρ. 5.9.21 τὸ τεῖχος Τιβεριάδος. 5.9.22 τὸ ἐν Βόστρᾳ πτωχεῖον. 5.9.23 Φοινίκης· τὸν οἶκον τῆς θεοτόκου ἐν Πορφυρεῶνι. 5.9.24 μοναστήριον τοῦ ἁγίου Φωκᾶ ἐν ὄρει. 5.9.25 τὸν οἶκον τοῦ ἁγίου Σεργίου ἐν Πτολεμαΐδι. 5.9.26 ἐν ∆αμασκῷ οἶκον τοῦ ἁγίου Λεοντίου. 5.9.27 ὑπὸ Ἀπάμειαν πτωχεῖον τοῦ ἁγίου Ῥωμανοῦ ἀνενεώσατο. 5.9.28 τεῖχος τοῦ μακαρίου Μάρωνος. 5.9.29 ὑπὸ Θεούπολιν τὴν ἐκκλησίαν ∆άφνης ἀνενέωσεν. 5.9.30 ἐν Λαοδικείᾳ τὸν ἁγίου Ἰωάννου ἀνενέωσε. 5.9.31 Μεσοποταμίας· μοναστήριον τοῦ ἁγίου Ἰωάννου ἀνενέωσε. 5.9.32 μοναστήρια ∆έλφραχις, Ζηβίνου, Θεοδότου, Ἰωάννου, Σαρμαθῆς, Κυρήνου, Βεγαδαίου. 5.9.33 μοναστήριον εἰς τὸ Ἀπάδνας ἐν Ἰσαυρίᾳ. 5.9.34 πόλεως Κουρίκου λουτρὸν καὶ πτωχεῖον ἀνενέωσε. 5.9.35 τὸ πτωχεῖον τοῦ ἁγίου Κόνωνος. 5.9.36 τὸν ἀγωγὸν αὐτοῦ ἀνενέωσεν ἐν Κύπρῳ. 5.9.37 οἶκον τοῦ ἁγίου Κοσμᾶ καὶ ∆αμιανοῦ ἐν Παμφυλίᾳ. 5.9.38 πτωχεῖον τοῦ ἁγίου Μιχαὴλ ἐν Ἐμπορίῳ ἐπίκλην ἐπινείου πόλεως Πέργης τῆς Παμφυλίας. 6.τ.1 ΛΟΓΟΣ ʹ. 6.1.1 Ταῦτα μὲν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται. ἐν δὲ Ἀλεξανδρείᾳ ἐξείργασται τάδε. Νεῖλος ποταμὸς οὐκ ἄχρι ἐς τὴν Ἀλεξάνδρειαν φέρεται, ἀλλ' ἐπὶ πόλισμα ἐπιρρεύσας, ὃ δὴ Χαιρέου ἐπονομάζεται, ἐπ' ἀριστερὰ τὸ 6.1.2 λοιπὸν ἵεται, ὅρια τά γε Ἀλεξανδρέων ἀπολιπών. διὸ δὴ οἱ πάλαι ἄνθρωποι, ὡς μὴ ἀμοιροίη τὸ παράπαν ἡ πόλις, διώρυχα ἐκ τῆς Χαιρέου κατορύξαντες βαθεῖάν τινα βραχείᾳ τοῦ ποταμοῦ ἐς αὐτὴν ἐκροῇ διεπράξαντο ἐσιτητὰ εἶναι. οὗ δὴ καὶ ἄλλας τινὰς ἐκροὰς ἐκ λίμνης 6.1.3 Μαρίας ἐσβάλλειν ξυμβαίνει. ἐπὶ ταύτης δὲ τῆς διώρυχος μεγάλαις μὲν ναυσὶ πλώϊμα οὐδαμῇ γίνεται, ἐς λέμβους δὲ τὸν Αἰγύπτιον σῖτον ἐκ τῆς Χαιρέου μεταβιβάσαντες, οὕσπερ καλεῖν διαρήματα νενομίκασιν, ἔς τε τὴν πόλιν διακομίζουσιν, ἵνα δὴ ἐξικνεῖσθαι δυνατά ἐστι τῷ κατὰ τὴν διώρυχα ποταμῷ, καὶ κατατίθενται ἐν 6.1.4 χώρῳ ὅνπερ Ἀλεξανδρεῖς καλοῦσι Φιάλην. ἀλλ' ἐπειδὴ τῷ δήμῳ ἐς στάσιν πολλάκις καθισταμένῳ ἐνταῦθα διολωλέναι τῷ σίτῳ ξυνέβη,