ἀναιρέσει τοῦ μονογενοῦς πρὸ τῶν αἰώνων Θεοῦ Ἰουδαϊκῶς ἐκλαμβάνοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» ἀκούων, τὸν Λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι, ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα, ἀνάθεμα ἔστω. Εἴ τις, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, φθορὰν ἢ πάθος ἢ τροπὴν ἢ μείωσιν ἢ ἀναίρεσιν ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, «Ποιήσωμεν ἄνθρωπον,» μὴ τὸν Πατέρα πρὸς τὸν Υἱὸν λέγειν, ἀλλὰ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω. Εἴ τις μὴ τὸν Υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, «Ἔβρεξε Κύριος παρὰ Κυρίου,» μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι, ἀλλ' αὐτὸν παρ' ἑαυτοῦ λέγοι βεβρεχέναι, ἀνάθεμα ἔστω· ἔβρεξε γὰρ Κύριος ὁ Υἱὸς, παρὰ Κυρίου τοῦ Πατρός. Εἴ τις ἀκούων Κύριον τὸν Πατέρα, καὶ τὸν Υἱὸν Κύριον, καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱὸν εἴποι, καὶ «Κύριος ἐκ Κυρίου» λέγων, δύο λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσσομεν τὸν Υἱὸν τῷ Πατρὶ, ἀλλ' ὑποτεταγμένον τῷ Πατρί· οὔτε γὰρ κατῆλθεν εἰς σῶμα ἄνευ βουλῆς τοῦ Πατρός· οὐδὲ ἔβρεξεν ἀφ' ἑαυτοῦ, ἀλλὰ «παρὰ Κυρίου» αὐθεντοῦντος, δηλαδὴ τοῦ Πατρός. Οὔτε κάθηται ἐκ δεξιῶν ἀφ' ἑαυτοῦ, ἀλλ' ἀκούει τοῦ Πατρὸς λέγοντος, «Κάθου ἐκ δεξιῶν μου» ἀνάθεμα ἔστω. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἓν πρόσωπον λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα τὸ Ἅγιον Παράκλητον λέγων, τὸν ἀγέννητον λέγοι Θεὸν, ἀνάθεμα ἔστω. Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς, μὴ ἄλλον λέγει τὸν Παράκλητον παρὰ τὸν Υἱὸν, εἴρηκε γὰρ, «Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν ὁ Πατὴρ ὃν ἐγὼ ἐρωτήσω,» ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα μέρος λέγοι τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα τρεῖς λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Εἴ τις βουλήσει τοῦ Θεοῦ, ὡς ἓν τῶν κτισμάτων, γεγονέναι λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱὸν λέγοι, ἀνάθεμα ἔστω. Οὐ γὰρ μὴ βουλομένου τοῦ Πατρὸς, βιασθεὶς ὁ Πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθεὶς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν Υἱόν· ἀλλ' ἅμα τε ἐβουλήθη, καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν. Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν Υἱὸν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων, καὶ δύο ποιῶν Θεοὺς, ἀνάθεμα ἔστω. Κεφαλὴ γάρ ἐστι καὶ ἀρχὴ πάντων ὁ Υἱός· «κεφαλὴ δὲ ἐστὶ τοῦ Χριστοῦ ὁ Θεός·» οὕτω γὰρ εἰς μίαν ἄναρχον τῶν ὅλων ἀρχὴν δι' Υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν. Καὶ πάλιν οὖν διακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν ὅτι, εἴ τις Χριστὸν Ἰησοῦν Υἱὸν τοῦ Θεοῦ πρὸ αἰώνων ὄντα, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι, ἀλλ' ἐξ οὗ ἐγεννήθη ἐκ Μαρίας, ἐκ τότε καὶ Υἱὸν καὶ Χριστὸν κεκλῆσθαι, καὶ ἀρχὴν εἰληφέναι τοῦ Θεὸν εἶναι, ἀνάθεμα ἔστω, ὡς ὁ Σαμοσατεύς. Πίστις ἐκτεθεῖσα ἑτέρως ἐν Σιρμίῳ Ῥωμαϊστὶ καὶ ἑρμηνευθεῖσα. Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν γεγενῆσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρμηνεύθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμινίου καὶ τῶν λοιπῶν. Συνέστηκεν, ἕνα Θεὸν εἶναι Πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται· καὶ ἕνα μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν, τὸν Κύριον καὶ Θεὸν καὶ Σωτῆρα ἡμῶν, ἐξ αὐτοῦ πρὸ αἰώνων γεννηθέντα. ∆ύο δὲ Θεοὺς μὴ χρῆναι λέγειν, ἐπειδὴ καὶ αὐτὸς ὁ Κύριος εἴρηκεν, «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» ∆ιὰ τοῦτο καὶ πάντων Θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος ἐδίδαξεν, «Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως·» καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχει. Ἐπεὶ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης Ῥωμαϊστὶ μὲν «σουβεσταντίας,» Ἑλληνιστὶ δὲ λεγομένης «οὐσίας,» τουτέστιν ἵνα ἀκριβέστερον γνωσθῇ τὸ «ὁμοούσιον,» ἤτοι λεγόμενον «ὁμοιούσιον,» οὐ χρή τινα τούτων