1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

60

δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τοσούτῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεόν, ὄντα τε σοφόν, βουλόμενόν τε ἐπιμελεῖσθαι, δυνατὸν εἶναι, καὶ δυνάμενον μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν δὲ ὄντων μηδαμῇ ἐπιμελεῖσθαι δυνατὸν εἶναι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ 6.46 πόνους ῥᾳθυμοῦντα." Ἔπειτα ἐπιφέρει· "Μηδαμῶς δόξαν τοιαύτην περὶ θεοῦ, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῇ γὰρ οὔτε ὅσιον οὔτε ἀληθὲς τὸ διανόημα διανοοῖτ' ἄν." Καὶ πάλιν μετ' ὀλίγα· "Πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται πρὸς τὸ κοινῇ ξυντεῖνον βέλτιον· μέρος μὲν εἵνεκεν ὅλου, καὶ οὐχ ὅλον εἵνεκεν μέρους ἀπεργάζεται· σὺ δ' ἀγανακτεῖς, ἀγνοῶν ὅπῃ τὸ περὶ σὲ ἄριστον τῷ παντὶ ξυμβαί 6.47 νει." Καὶ μετὰ πλείστους λόγων ἑλιγμοὺς ἐπήγαγεν· "Ὁ αὐ τὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτο πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, καὶ ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν ξυντέλειαν, ὅπῃ πώποτε τῷ 6.48 παντὶ ξυμβάλλεται." ∆ιὰ δὴ τούτων ἁπάντων καὶ τῆς προνοίας τὸ δίκαιον ἔδειξε, καὶ ὡς ἕκαστον τῶν γινομένων τῷ παντὶ καθέστηκε ξύμφορον. Οὐ γὰρ τοῦ σμικροτάτου γε μορίου χάριν τὸ ὅλον γεγένηται, ἀλλὰ τὰ μόρια ξυμπληροῖ τὴν τοῦ παντὸς ἁρμονίαν· οὐδὲ διὰ μίαν δακτύλου ἑνὸς σκυταλίδα ὅλον διεπλάσθη τὸ σῶμα, ἀλλὰ διὰ τὸ σῶμα καὶ οἱ δάκτυλοι καὶ αἱ τούτων ξυνηρμόσθησαν σκυταλίδες. 6.49 Ἐπειδὴ τοίνυν θνητὴ μὲν γέγονε τῶν ἀνθρώπων ἡ φύσις, θνητὴ δὲ οὖσα πολλῶν ἐστιν ἐνδεής, καὶ γεωργίας καὶ φυτουργίας καὶ ναυτιλίας, καὶ μέντοι καὶ οἰκοδομικῆς καὶ χαλκευτικῆς καὶ ὑφαντικῆς καὶ σκυτοτομικῆς καὶ ναυπηγικῆς τέχνης καὶ τῶν ἄλλων ὅσαι ξυνεργοῦσι πρὸς τὴν ἀναγκαίαν τοῦ σώματος θερα πείαν, μάλα γε εἰκότως ὁ τοῦ παντὸς κηδεμὼν τοῖς μὲν πενίαν, τοῖς δὲ ξυνεκλήρωσε πλοῦτον, ἵνα οἱ μὲν τὰς ὕλας παρέχωσιν, 6.50 οἱ δὲ τὰς χεῖρας ἠσκημένας πρὸς τὰς τέχνας. Ἐξήρτησε δὲ τῆς πενίας διὰ τῆς χρείας τοὺς ἐπὶ πλούτῳ βρενθυομένους τῶν ὅλων ὁ πρύτανις. ∆έονται γὰρ οὐκ ἀρτοποιῶν οὐδὲ ὀψοποιῶν μόνον καὶ οἰνοχόων, ἀλλὰ καὶ οἰκοδόμων καὶ γεωργῶν καὶ ταλασιουργῶν καὶ σκυτέων, οἱ δέ γε φιλότιμοι καὶ ζωγράφων καὶ πλαστουργῶν καὶ τῶν ἄλλων, οἳ περιφανεστέρας ἀποφαίνουσι τῶν πλουτούντων τὰς οἰκίας· δέονται δ' αὖ πάλιν καὶ οἱ χειρώνακτες τῶν εὐπόρων καὶ χρήματα χορηγούντων καὶ ὠνουμένων τὰ παρ' ἐκείνων δη 6.51 μιουργούμενα. Οἱ δὲ τήνδε τὴν διαφορὰν δυσχεραίνοντες καὶ χαλεπαίνοντες, ὅτι μὴ πάντες τῶν αὐτῶν μετεσχήκαμεν, ἐγκα λείτωσαν καὶ τοῖς ζωγράφοις, ὅτι μὴ ἑνὶ χρώματι γράφουσιν, ἀλλ' ἐκ διαφόρων τὰς εἰκόνας δαιδάλλουσι· κατηγορείτωσαν δὲ καὶ τῶν λυροποιῶν, καὶ μέντοι καὶ αὐτῶν γε τῶν μουσικῶν, ὅτι μὴ ἴσην ἀφιᾶσιν ἅπασαι ἠχὴν αἱ χορδαί, ἀλλ' ἄλλην μὲν ἡ νήτη, ἄλλην δὲ ἡ ὑπάτη, καὶ ἡ μὲν ὀξεῖαν, ἡ δὲ βαρεῖαν, ἡ δὲ μέσον 6.52 ἔχει τὸν φθόγγον. Νεμεσᾶν δὲ αὐτοὺς προσῆκε καὶ τοῖς γεωμέ τραις, ὅτι οὐχ ἓν τοῖς τὴν γραμμικὴν μανθάνουσιν ἐπιστήμην ἐπιδεικνύουσι σχῆμα, ἀλλὰ τρίγωνα καὶ τετράγωνα καὶ μηνοειδῆ καὶ κύκλους καὶ τραπέζια καὶ ἄλλα ἄττα τῶν εἰρημένων πολ λαπλάσια. Ἐπιμεμφέσθωσαν δὲ καὶ τοῖς τὴν ἀριθμητικὴν διδά σκουσιν ἐπιστήμην, ὅτι τῶν ἀριθμῶν οἱ μέν εἰσιν ἄρτιοι, οἱ δὲ περιττοί, οἱ δὲ ἀρτιοπέριττοι, οἱ δὲ περισσάρτιοι, καὶ οἱ μὲν κύβοι, οἱ δὲ κυβεπίκυβοι. 6.53 Εἰ δὲ ἀναγκαῖαι καὶ τῶν ἀριθμῶν αἱ ἰδέαι καὶ τῶν σχημάτων τὸ ποικίλον καὶ τῶν χορδῶν τὸ διάφορον καὶ τὰ παντοδαπὰ τῶν χρωμάτων γένη, τί δήποτε δυσχεραίνετε, ὅτι μὴ πάντες Κροῖσοι καὶ Μῖδαι καὶ ∆αρεῖοι γεγένησθε; οὐδὲν γὰρ ἕτερον βούλεσθε, τήνδε τὴν ἰσότητα ποθοῦντες, ἢ λιμῷ καὶ σπάνει τῶν ἀναγκαίων 6.54 ἄρδην ἅπαν ἀφανισθῆναι τῶν ἀνθρώπων τὸ γένος. Τίς γὰρ ἠνέσχετο ἄν, ἰσοτιμίας πάντων μετειληχότων, τὸν ὑπὲρ τῆς τοῦ πέλας θεραπείας ἀναδέξασθαι πόνον ἢ ἀρόσαι γῆν καὶ σπεῖραι καὶ τοὺς