60
ἐν Ἰουδαίοις δημηγορῶν, εἶτα τῆς τοῦ ∆αβὶδ ἀναμνήσας προῤῥήσεως, ἣν περὶ τῆς ∆εσποτικῆς προεθέσπισεν ἀναστάσεως, καὶ ταῦτα ἔφη· "Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρ χου ∆αβὶδ, ὅτι καὶ ἐτελεύτησε, καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς σήμερον. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρό νου αὐτοῦ, προεδήλωσεν, εἰπὼν περὶ τῆς ἀνα στάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν." ∆ύο τοίνυν κατὰ ταὐτὸν ἡμᾶς διδάσκουσι μάρτυρες, ὁ μὲν ἀπόστολος, ὁ δὲ προφήτης, ὁ μὲν προαγορεύων, ὁ δὲ μετὰ τὸ τέλος ἑρμηνεύων τὴν πρόῤῥησιν, ὅτι οὐ θεότητος, ἀλλὰ σώματός ἐστι καὶ ψυχῆς ἡ ἀνάστασις. Ὧν δὲ ἡ ἀνάστασις, τούτων ἄρα καὶ τὸ πάθος ἦν, οὐ τῆς ψυχῆς συναναιρεθείσης τῷ σώματι (ἀθάνατοι γὰρ καὶ αἱ τῶν ἀνθρώπων ψυχαὶ), ἀλλ' ὡς τῷ χωρι σμῷ τῆς ψυχῆς τοῦ σώματος δεξαμένου τὴν τελευτήν. Ἡ δὲ θεότης οὐ κεχώρισται μὲν τῆς ἀνθρωπότητος, οὔτε ἐν τῷ σταυρῷ, οὔτε ἐν τῷ τάφῳ· ἀθάνατος δὲ 83.505 οὖσα καὶ ἄτρεπτος, οὔτε θάνατον, οὔτε πάθος ὑπ έμεινεν. Εἰ γὰρ ἡ ψυχὴ διὰ τὴν ἔμφυτον ἀθανασίαν οὐ κεκοινώνηκε τῆς τοῦ σώματος τελευτῆς, πῶς οἷόν τε ἦν τὴν ἀπερίγραφον φύσιν, ἢ ξύλῳ προσηλωθῆναι, ἢ τάφῳ παραδοθῆναι; Τοῦτο δηλοῦντες οἱ τέσσαρες εὐαγγελισταὶ, Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθίας μέμνηνται, καί φασιν αὐτὸν προσεληλυθέναι τῷ Πιλάτῳ, καὶ ᾐτηκέναι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ τοῦ Πιλάτου δε δωκότος, καθελεῖν ἀπὸ τοῦ ξύλου τὸ σῶμα, καὶ ἐνει λῆσαι σινδόνι, καὶ παραδοῦναι σῶμα τῷ τάφῳ. Καὶ πολλάκις τὸ τοῦ σώματος τεθείκασιν ὄνομα, τὸ ἀναί σχυντον τῶν βλασφημούντων ταῖς ἐναργέσι καὶ προ φανέσι μαρτυρίαις ἐμφράττοντες στόμα. Ιςϛʹ. -Ὅτι ὁ αὐτὸς καὶ ἀγαθὸς καὶ δίκαιος. Ἐπειδὴ δὲ Μαρκίων ὁ βδελυρὸς ἕτερον λέγει τὸν δίκαιον, ὃν καὶ ∆ημιουργὸν ὀνομάζει, ἕτερον δὲ τὸν ἀγαθὸν, ὃν Χριστὸν Ἰησοῦν εἶναί φησι, φέρε καὶ περὶ τούτου μικρὸν διεξέλθωμεν, καὶ δείξωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ ∆ημιουργὸν καὶ Σωτῆρα, καὶ ἀγαθὸν τὸν αὐτὸν καὶ δίκαιον. Ἐπειδὴ γὰρ ἤκουσεν ὁ παμμίαρος τοῦ νόμου διαγο ρεύοντος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, κατάκαυμα ἀντὶ κατακαύματος, μώλωπα ἀντὶ μώλωπος, τοῦ δὲ Κυρίου ἐγγυῶντος τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ βουλομένῳ κριθῆναι καὶ τὸν χιτῶνα λαβεῖν, προσ δοῦναι καὶ τὸ ἱμάτιον, ὑπέλαβεν ὁ ἐμβρόντητος, δί καιον μὲν ἐκεῖνον, ἀγαθὸν δὲ τοῦτον. Καὶ οὐ συνεῖδεν, ὡς ἡ τῶν εὐαγγελικῶν νόμων ἀκρίβεια τῆς Μωσαϊκῆς ἐστι φοβερωτέρα νομοθεσίας. Ἐκεῖνος μὲν γὰρ ὁ νό μος ἀπαγορεύει τὸν φόνον, ὁ δὲ τῶν εὐαγγελικῶν, καὶ τῷ μωρὸν καλοῦντι τὸν ἀδελφὸν τὴν γέενναν ἀπειλεῖ. "Πᾶς γὰρ, φησὶν, ὁ λέγων τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός." Οὕτω πάλιν ὁ παλαιὸς νόμος τῆς μοιχείας κατηγορεῖ, ὁ εὐαγγελικὸς δὲ καὶ τὴν αἰσχρὰν ἐπιθυμίαν, τὴν δι' ὄψεως ἀσελγοῦς εἰσδυομένην, μοιχείαν καλεῖ. Καὶ ὁ μὲν παλαιὸς ἀπαγορεύει τὸ ψεῦδος, ὁ δέ γε νέος καὶ τὸν ὅρκον. Καὶ ὁ μὲν παλαιὸς τὸν ἀπεχθανόμενον πρὸς τὴν γυναῖκα, ταύτην ἀπολύειν ἐκέλευσεν· ὁ δὲ νέος μοιχείαν καλεῖ τὴν δίχα πορνείας ἀπόλυσιν. Πᾶς γὰρ, φησὶν, ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὁ ἀπο λελυμένην γαμῶν μοιχᾶται. Πρὸς δὲ τούτοις καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἀπαιτήσειν ἠπείλησε, καὶ κόλασιν αἰώνιον, καὶ σκότος ἐξώτερον, καὶ γέενναν πυρὸς, καὶ ἕτερα τοιαῦτα πολλά. Ἐκ δὲ τούτων, εὑρεθήσεται ὁ μὲν παρ' αὐτῷ καλούμενος δίκαιος