60
"Καὶ ἐκ θελήματός μου ἐξομολογή σομαι αὐτῷ." Ἀντὶ τοῦ, Οὐ βίαιον, ἀλλ' ἐθελούσιον αὐτῷ προσφέρω τὸν ὕμνον· οὕτω καὶ ἀλλαχοῦ φησιν, "Ἑκουσίως θύσω σοι," καὶ πάλιν, "Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, Κύριε." ηʹ. "Κύριος κραταίωμα τοῦ λαοῦ αὑτοῦ ἐστιν, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὑτοῦ ἐστιν." Ὑμνῶ δὲ αὐτὸν ὡς ἀγαθὸν ∆εσπότην, ἰσχὺν, καὶ ῥώμην, καὶ σωτηρίαν, καὶ βασιλεῖ, καὶ λαῷ φιλοτίμως παρέχοντα· Χριστὸν γὰρ ἑαυτὸν ὡς βασι λέα καλεῖ. Κοινὸν γὰρ τοῦτο τὸ ὄνομα καὶ βασιλέων, καὶ προφητῶν, καὶ ἱερέων ὑπῆρχε. θʹ. "Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κλη ρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς, ἕως τοῦ αἰῶνος." Ταύτης τοίνυν, φησὶ, τῆς εὐλογίας καὶ σωτηρίας τῷ σῷ μετάδος λαῷ ἰθύνων καὶ ποιμαίνων, καὶ ὑπερτέρους ἀποφαίνων τῶν πολεμίων. Καὶ βασιλεῖ δὲ πρέπουσα ἡ ὑπὲρ τοῦ λαοῦ προσευχή· ἀξιάγαστον δὲ καὶ τοῦτο τοῦ μεγά λου ∆αβὶδ, ὅτι καὶ διωκόμενος ὑπὸ τοῦ λαοῦ· συν επολέμουν γὰρ τῷ Σαούλ· τὴν ὑπὲρ αὐτῶν ἱκετείαν προσέφερε τῷ Θεῷ· προεώρα γὰρ αὐτῶν τὴν ἐσομένην μεταβολὴν, καὶ οὐχ ἑώρα τὴν ἀδικίαν, ἀλλὰ τὴν ἐσομένην δουλείαν.
80.1061 ΕΡΜΗΝ. ΤΟΥ ΚΗʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ ∆αβίδ· ἐξόδου σκηνῆς." Οὐδὲ ταύτην εὗρον ἐν τῷ Ἑξαπλῷ
τὴν ἐπιγραφὴν, ἀλλ' ἔν τισιν ἀντιγράφοις· ἐντεῦθέν τινες τῶν συγγραφέων ὁρμώμενοι ᾠήθησαν τὸν μακάριον ∆αβὶδ τοῦτον εἰρηκέναι τὸν ψαλμὸν, ἡνίκα τὴν κιβωτὸν ἐπαν ήγαγεν. Οὐδεμίαν δὲ τοιαύτην διάνοιαν ἔχει τοῦ ψαλμοῦ τὰ ῥήματα· ἕτερα γὰρ ὁ ψαλμὸς προθε σπίζει. ∆ιπλῆν δὲ ὅμως ἔχει τὴν προφητείαν· τὴν μὲν ἁρμόττουσαν Ἐζεκίᾳ τῷ βασιλεῖ, τὴν δὲ τῷ πάντων ἡμῶν βασιλεῖ, ὃς τῶν εἰδώλων καταλύ σας τὴν πλάνην, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισεν· ἐγὼ δὲ τὴν μὲν εἰς τὸν Ἐζε κίαν προφητείαν συντόμως ἐρῶ, διὰ πλειόνων δὲ τὴν ἡμετέραν, ὡς μᾶλλον ἡμῖν προσήκουσαν. Ὁ θαυμάσιος Ἐζεκίας τῶν Ἀσσυρίων περιγινόμενος, καὶ τῷ παραδόξῳ τῆς νίκης ἐπαγαλλόμενος, παρα κελεύεται τῷ λαῷ θυσίαις ἀμείβεσθαι τὸν Θεὸν, καὶ ὕμνους αὐτῷ καὶ δοξολογίαν προσφέρειν, καὶ ἐν τῇ αὐλῇ αὐτοῦ τῇ ἁγίᾳ τὴν νενομισμένην λατρείαν ἐπιτελεῖν. Ἐπειδήπερ ὁ ναὸς ἄβατος ἦν τοῖς πολλοῖς, μόνοις δὲ εἰσιτητὸς ἦν τοῖς ἱερεῦσιν ἐκεῖ. Εἶτα τούτων τὴν αἰτίαν διδάσκει, τὴν θεήλατον πληγὴν τῶν Ἀσσυρίων ἐπιδεικνὺς, φωνῆς ὁμοῦ καὶ βροντῆς μεμνημένος· καὶ τροπικῶς πλῆθος ὑδάτων τῶν πολεμίων ὀνομάζων τὸ πλῆθος· εἶτα πάλιν κέδρους αὐτὰς ἀποκαλεῖ, τὸ ὑψηλὸν καὶ πυκνὸν ἐντεῦθεν παραδηλῶν· καὶ λέγει ταύτας μὲν συντρι βῆναι, τὸν δὲ ἠγαπημένον λαὸν υἱῷ μονοκερώτων ἀπεικασθῆναι· ἅτε δὴ ἕνα προσκυνοῦντα Θεὸν, καὶ διὰ τούτου καταλύσαντα τῶν ἐπελθόντων δυσμενῶν τὰς πολλὰς μυριάδας. Ἀλλὰ μὴν, φησὶ, καὶ δίκην φλογὸς αὐτοὺς διέκοψε καὶ διεσκέδασε, καὶ τὴν τοῦ Θεοῦ ἔρημον συνέσεισε φάλαγγα, καὶ τὸν δρυμὸν μιμούμενον χῶρον διὰ τὴν τῶν ἐν αὐτῷ στρατο πεδευσαμένων πυκνότητα, τῶν ἐκεῖ καταλυσάντων ἐγύμνωσεν· ἡμᾶς δὲ τοὺς ἐλάφων δεξαμένους δει λίαν κατήρτισε, καὶ μένειν ἀντὶ τοῦ φεύγειν πεποίηκε. Τούτου δῆτα χάριν καὶ συντρέχειν ἅπαντας ἐν τῷ ναῷ δίκαιον, καὶ τῶν ὕμνων αὐτῷ προσφέρειν τὰς ἀντιδόσεις. Τούτων γὰρ ἡμᾶς ἐλευθερώσας, παρασκευάσει καὶ τὰ τῶν περιβόλων ἔξω, τὰ ὑπὸ τῶν πολεμίων διαφθαρέντα, καὶ οἱονεὶ κατακλυ 80.1064 σθέντα αὖθις ἀνοικοδομῆσαι καὶ κατοικῆσαι. Ῥᾳδίως γὰρ ἅπαντα κατορθώσομεν τὸν αἰώνιον ἔχοντες βασιλέα, ὃς καὶ τὸ κρατεῖν ἡμῖν δέδωκε, καὶ τὴν εἰρήνην δεδώρηται. Ὅτι μὲν οὖν εἰς τὸν μακά ριον Ἐζεκίαν εἴρηται ὁ προκείμενος ψαλμὸς, ἡ ἑρμηνεία δεδήλωκεν. Ἐπειδὴ δὲ τύπος τῆς νέας ἡ παλαιὰ, φέρε τῇ σκιᾷ παραθέντες τὸ σῶμα, τὴν ὁμοιότητα δείξωμεν. Ἐκεῖ βασιλεὺς εὐσεβὴς, καὶ ἐνταῦθα Χριστὸς ὁ τῆς εὐσεβείας διδάσκαλος· ἐκεῖ λαὸς ἐκείνῳ πειθόμενος, καὶ ἐνταῦθα λαὸς ὑπὸ τούτου σωζόμενος· ἐκεῖ Ἀσσυρίων πόλεμός τε καὶ ὄλεθρος, καὶ ἐνταῦθα δαιμόνων