60
πρὸς τὸ κοινῇ συμφέρον διατρανοῦντι τὸν λόγον. κατὰ τὴν πρώτην οὐ δι' ἕνα ἄνθρωπον ἀποσχίζομεν τῆς ἐκκλησίας τῆς ἀπὸ βορρᾶ καὶ δυσμῶν καὶ θαλάσσης, καὶ μέντοι καὶ τῆς ἐνταῦθα δῆλον ὅτι, πλὴν τῶν μοιχοκυρώτων· οὐ γὰρ οὗτοι ἐκκλησία Κυρίου. εἰ δὲ ἐκκλησία, ἀποσχίζομεν τῆς ἐκκλησίας δι' ἕνα ἄνθρωπον συνημμένον αὐτῇ, λέγω δὴ τὸν μοιχοζεύκτην μὴ προσιέμενοι. ἐπειδὴ δὲ οὐκ ἐκκλησία θεοῦ, ἀποσχίζουσιν αὐτοὶ ὡς ἀληθῶς δι' ἕνα ἄνθρωπον συνημμένον αὐτοῖς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ἐκείνοις παρεοικότες τοῖς ἐν τῷ χρονογράφῳ κειμένοις, ἡμῶν μὴ σχιζομένων αὐτῆς διὰ τὸν τοιοῦτον. κατὰ τὴν δευτέραν οὐ κοινωνοῦμεν τῇ λύσει αὐτοῦ δῆλον ὅτι, μὴ κοινωνοῦντες τοῖς προδήλως λύσασιν αὐτόν. εἰ δὲ ἐκείνοις κοινωνοῦμεν, συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. ἀλλ' ἐπεὶ ἐκείνοις θεοπρεπῶς οὐ συγκοινωνοῦμεν λύσασιν, ἀσφαλῶς ἄρα οὐ συγκοινωνοῦμεν τῇ λύσει αὐτοῦ. κατὰ τὴν τρίτην ἐκ παντὸς ἱερέως ἀδιαβλήτου μεταλαμβάνομεν. διὰ τοῦτο δὲ ἐκ τοῦ Ἰωσὴφ οὐ μεταλαμβάνομεν, ὡς διαβεβλημένου αὐτοῦ δημοσίᾳ· διαβεβλημένοι δ' ἂν εἶεν πάντως καὶ οἱ τούτῳ συλλειτουργοῦντες καθῃρημένῳ ὄντι. εἰ δὲ ἐκ τῶν τοιούτων μεταλαμβάνομεν ὡς ἐξ ἀδιαβλήτων, ἀδιάβλητος ἂν εἴη καὶ ὁ Ἰωσὴφ συλλειτουργῶν αὐτοῖς. ἐπεὶ δὲ διαβεβλημένος ὡς ἀληθῶς καὶ παρ' αὐτοῦ οὐ μεταλαμβάνομεν, δῆλον ὅτι οὐδὲ ἐκ τῶν συνιερουργούντων αὐτῷ, ὡσαύτως ὄντων διαβεβλημένων. Ἔρρωται τοίνυν ὁ λόγος τῆς ἁγιωσύνης σου, καὶ οὕτως συμφρονοῦμεν. καὶ ἔστω ἡμῖν τὸ ἀδιάσπαστον διὰ τῆς ἐνταῦθα ἀληθοῦς συμφωνίας ἐν τῷ μέλλοντι αἰῶνι, φίλτατέ μου ἀδελφέ, ὡς ἂν ἀξιωθείημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ ἀπενέγκασθαί τι ἴχνος κατορθώματος τοῖς πατράσιν ἡμῶν ἀκόλουθον. περὶ δὲ τῆς πόλεώς σου στύλον ἀνῆψας εὐσεβείας, οὐ σβεννύμενον παρὰ ἀνθρώπου ἕως αἰῶνος. καὶ οὐ λυπεῖσθαι χρή, ἀλλὰ μᾶλλον χαίρειν, ὥσπερ κἀγὼ ὁ τάλας ἐν τῇ διαλύσει τοῦ ταπεινοῦ μου μοναστηρίου, ὅτι διὰ Κύριον ἡ διάλυσις. καὶ οὐχ ὅτι τοσοῦτοι ἔστησαν μὴ κατακαμφθέντες μέγα τὸ κλέος, ἀλλ' εἰ καὶ εἷς· κρείσσων γὰρ εἷς ποιῶν τὸ θέλημα Κυρίου ἢ μυρίοι παραβαίνοντες. καὶ οὐκ αἴτιος αὐτὸς τῆς λύσεως αὐτῶν, εἰ καὶ φλυαρῶσί τινες, ἀλλ' ἐγὼ ὁ δύστηνος. εἴη δὲ ἡμῖν κοινωνία, εἴπερ ἀνέχῃ, ἐπ' ἀμφοτέροις. καὶ τοσοῦτον ἕξοις αὐτὸς τὸν μισθὸν ἐν τῇ ἐνθέῳ διαλύσει τῶν ἀδελφῶν, ὅσον ἐγὼ εὕροιμι ἐν τῇ κατὰ νόμον θεοῦ καταλείψει τῆς Θεσσαλονίκης. Περὶ δὲ τοῦ φυλακίτου μου οὐδεὶς λόγος, τοιούτου αὐτοῦ ἀνθρώπου ὄντος καὶ συμψύχου τοῦ Ἰωσήφ. μὴ διαλείποις ὑπερευχόμενος τῆς ταπεινώσεώς μου κραταιῶς, ἀδελφοπάτορ μου καλὲ καὶ ὁσιώτατε. γίνωσκε ἐνσταθέντα τὸν Θεόσωστον τοῦ μὴ κοινωνῆσαι αὐτὸν ἐκ τοῦ ἀνιέρως ἀνελθόντος εἰς τὸν θρόνον σου, καὶ ἐκδιωχθέντα νεανικῶς ἐκ τοῦ μοναστηρίου αὐτοῦ. οἱ περὶ τὸν Ἀθανάσιον ἀδελφοὶ ἡμῶν ἀκμὴν κρατοῦνται περιωρισμένοι ἐκεῖσε. ὁ φυλακίτης μου ἐξελθὼν ἤγαγέν μοι προσκύνησιν ἐκ τοῦ πατριάρχου, λέγοντος ὅτι "4ὁ θεὸς συγχωρήσει σοι τοῦ, ὅτε εἴχομεν χρείαν ἔχειν σε ὧδε εἰς βοήθειαν ἡμῶν, ἐξῆλθες καὶ ἐκάθισας αὐτοῦ"5 καὶ ὅτι "4φθονῶ σε"5. καὶ ἀκούσας ἐγέλασα· οὐ γὰρ ἦν χρεία τέως ἀποκριθῆναί με ἢ μόνον ὅτι, ἐὰν φθονῇ, ἐξέλθῃ κἀκεῖνος. ἐχαύνωσεν δὲ καὶ τὴν φυλακὴν προτρεπόμενος εἰς ἀνάπαυσιν. ἐξήγαγεν γάρ μοι καὶ ἐκ τοῦ Συμεὼν προσκύνησιν καὶ ὅτι "4βούλεται λαλῆσαι τῷ βασιλεῖ ὅτι κεκοπίακας ἐν τῇ φυλακῇ"5. καὶ ἐκ τοῦ Λεοντίου τεταπεινωμένην προσκύνησιν, λέγοντος ὅτι "4ἀνάγκην ἔπαθον, καὶ μὴ χωρίσῃ με ὁ θεὸς τοῦ λόγου σου"5. καὶ εἶπον ὅτι οὐ χρῄζω ταῦτα ἀπ' αὐτοῦ. ἠνάγκασαν δὲ αὐτὸν ἀπελθεῖν εἴς τε τὸν οἰκονόμον καὶ τὸν Ἀρσένιον καὶ τὸν Ἰωάννην, λέγοντα ὅτι ὁ κῦρις Ταράσιος ἀπέλυσεν αὐτὸν καὶ ὅτι "4ἄρτι ἀνέβλεψα"5. καὶ ἀπερράπισαν αὐτὸν τῷ ὄντι. Ὁ σὺν ἐμοὶ προσαγορεύει πόθῳ πολλῷ τὸν ποιμένα μου ἐξ ἐμοῦ. 44 {1Σεργίῳ ὑπάτῳ}1 Αὐτὸς μέν, ὡς μανθάνω, ἀμείβεις ἀρχὰς ἐξ ἀρχῶν παρὰ τῷ κάτω Καίσαρι καὶ παρὰ προαίρεσιν, ἠγαπημένε μοι