1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

60

τούτῳ δοὺς ἐπὶ Πέρσας συνέπεμψεν. οἱ δὲ φύλακες κατιδόντες τὴν 124 γυναῖκα ὑπετόπαζον Καβάδην εἰς τὸ δεσμωτήριον εἶναι τοῖς ἱματίοις Καβάδου ἠμφιεσμένην ἐπὶ ἡμέρας ἱκανάς. ὁ δὲ Καβάδης σὺν τῷ Οὐννικῷ στρατῷ εἰς Περσίδα εἰσβαλὼν πόνῳ οὐδενὶ τήν τε βασιλείαν ἐκράτησε καὶ Βλάσην, τὸν Οὐαλᾶν, ἐξετύφλωσε καὶ ἐν φυλακῇ εἶχεν, τὴν δὲ βασιλείαν ἀσφαλῶς διεφύλαξεν. ἦν γὰρ ἀγχίνους τε καὶ δραστήριος. ἐκράτησε δὲ μετὰ ταῦτα ἔτη ιαʹ. Περσῶν βασιλεὺς Οὐαλᾶς ἔτη δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. γʹ. αʹ. ηʹ. ϛʹ. αʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Τροκοῦνδος, οἱ πολιορκοῦντες Ζήνωνα, ὡς Βασιλίσκου τὰ ὑποσχεθέντα αὐτοῖς μὴ πληροῦντος, καὶ τῆς συγκλήτου βουλῆς βαρυνομένης τῇ ἀρχῇ Βασιλίσκου διὰ μοχθηρίαν τρόπων καὶ ἄνοιαν καὶ γραφούσης πρὸς αὐτούς, φιλιωθέντες τῷ Ζήνωνι ὅ τε Ἴλλος καὶ Τροκοῦνδος καὶ λαβόντες αὐτὸν ἐπὶ τὴν βασιλεύουσαν ἐπανήρχοντο. τοῦτο δὲ μαθὼν ὁ Βασιλίσκος Ἁρμάτιον, τὸν ἴδιον ἀνεψιόν, στρατηγὸν ὄντα τῆς Θρᾴκης, μετὰ πάσης τῆς στρατιᾶς αὐτοῦ καὶ τοῦ λαοῦ Κωνσταντινουπόλεως ἀπέστειλε κατὰ Ζήνωνος, ὁρκίσας αὐτὸν εἰς τὸ ἅγιον βάπτισμα μὴ προδοῦναι. ὁ δὲ Ἁρμάτιος συναντήσας τῷ Ζήνωνι κατὰ Νίκαιαν τῆς Βιθυνίας οὕτως. αὐτὸν κατέπληξεν, ὡς μικροῦ δεῖν ἀναστρέψαι μετὰ τῆς Ἰσαυρικῆς βοηθείας πάσης. ἀλλὰ δώροις τοῖς παρὰ Ζήνωνος καὶ οὗτος ὡς ἐπὶ πολὺ τυφλωθεὶς καὶ ὑποσχέσει ἀδιαδόχου στρατηλατίας, καὶ τὸν υἱὸν αὐτοῦ Βασιλίσκον καίσαρα ποιῆσαι καὶ συγκάθεδρον αὐτοῦ, σὺν αὐτῷ κατὰ Βασιλίσκου ἐπανῆλθεν. τοῦ δὲ Ζήνωνος σὺν Ἀρεάδνῃ τὴν βασιλεύουσαν καταλαβόντος, ἐδέχθη ὑπὸ τοῦ λαοῦ καὶ τῆς συγκλήτου. ὁ δὲ Βασιλίσκος ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ καὶ τὸν βασιλικὸν ἀποθέμενος στέφανον ἐν τῇ θείᾳ τραπέζῃ ἐν τῷ βαπτιστηρίῳ προσέφυγε σὺν Ζηνωδίᾳ, τῇ κακοδόξῳ αὐτοῦ γυναικί. ὁ δὲ Ζήνων καταλαβὼν εἰς τὴν ἐκκλησίαν παρεγένετο καὶ οὕτως εἰσῆλθεν εἰς τὰ βασίλεια. ἀποστείλας δὲ εἰς τὴν ἐκκλησίαν ἔλαβε τὸν Βασιλίσκον, δοὺς αὐτῷ λόγον μὴ ἀποκεφαλίζειν αὐτόν τε καὶ τὰ τέκνα αὐτοῦ· ὃν ἀποστείλας εἰς Κουκουσὸν τῆς Καππαδοκίας ἀποκλεισθῆναι προσέταξεν 125 εἰς ἕνα πύργον σὺν γυναιξὶ καὶ τέκνοις καὶ τῇ λιμῷ διαφθαρῆναι· τινὲς δέ φασιν, ὅτι ἀπαγόμενος ἀποσφάττεται. εὐθέως δὲ ἱππικὸν ποιήσας Βασιλίσκον, τὸν Ἁρματίου υἱόν, προβάλλεται ὁ Ζήνων καίσαρα κατὰ τὰς ὑποσχέσεις, καὶ συνεκάθισε τῷ βασιλεῖ ἐν τῷ σένζῳ καὶ ἐτίμα τοὺς ἡνιόχους σὺν τῷ βασιλεῖ. ὁ δὲ Ζήνων ἀναλογισάμενος, ὅτι "ὡς οὐκ ἐφύλαξεν Ἁρμάτιος πιστὰ τῷ Βασιλίσκῳ ὀμόσας, οὐδὲ ἐμοὶ φυλάξει· ἀλλ' ἐὰν ἀνδρειωθῇ ὁ καῖσαρ, ὁ καὶ υἱὸς αὐτοῦ, ἐπαναστήσεταί μοι· ἐγὼ δὲ ἃ συνεθέμην αὐτῷ ἐπλήρωσα καὶ αὐτὸν ἐποίησα στρατηλάτην καὶ τὸν υἱὸν αὐτοῦ καίσαρα·" ἐκέλευσε σφαγῆναι αὐτὸν ὡς ἐπίορκον· καὶ ἐσφάγη εἰς τὸν κοχλίαν τοῦ παλατίου, ὡς ἀνήρχετο εἰς τὸ ἱπποδρόμιον, τὸν δὲ υἱὸν αὐτοῦ τὸν καίσαρα ἐχειροτόνησεν ἀναγνώστην· Ἀρεάδνη γὰρ αὐτὸν ὡς ἐξάδελφον διέσωσεν. ὃς μετὰ ταῦτα Κυζίκου ἐπισκόπησεν ἄριστα. ὁ δὲ Ζήνων Πέτρον τὸν Κναφέα ἀπεστράφη διὰ τὸ συντρέχειν αὐτὸν τῷ Βασιλίσκῳ. ψήφῳ δὲ τῆς ἀνατολικῆς συνόδου καθῃρέθη, καὶ ἀντ' αὐτοῦ Ἰωάννης. ὁ μετὰ τρίμηνον ἐκβληθείς, καὶ μετ' αὐτὸν Στέφανος ἀνὴρ εὐλαβὴς προεβλήθη Ἀντιοχείας ἐπίσκοπος. ὁ δὲ Πέτρος εἰς Πιτυοῦσσαν ἐξοριζόμενος, ἀπατήσας τοὺς ἀπάγοντας προσέφυγεν εἰς τὸν ἅγιον Θεόδωρον Εὐχαΐτων. Τιμόθεος δὲ ὁ Ἐλοῦρος ἐν τούτοις θνήσκει, ἀντ' αὐτοῦ δὲ Πέτρος ὁ Μογγὸς εἰσάγεται, ἀνὴρ κακοῦργος καὶ τῆς ἀληθείας ἐχθρός, προκαθῃρημένος ἤδη· χειροτονεῖται δὲ ὑπὸ ἑνὸς ἐπισκόπου καὶ αὐτοῦ καθῃρημένου. τούτῳ κατὰ θεοῦ ζῆλον ἐπελθόντες οἱ μοναχοὶ λϛʹ μόνας ἡμέρας λῃστρικῶς κρατήσαντι τῆς ἐπισκοπῆς ἀπελαύνουσι καὶ Τιμόθεον πάλιν τὸν Σαλοφακίαλον ἀποκαθιστῶσιν ἀξίως τῷ θρόνῳ. Ἀλεξανδρείας ἐπίσκοπος πάλιν Τιμόθεος ὁ Σαλοφακίαλος ἔτη δʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ. δʹ. βʹ. θʹ. ζʹ. βʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο