61
ἐπεξίασι, ταύτῃ τε σαφέστατα διαγνῶναι, ὅπως αὐτῷ εἰς ἑτέραν τὰ ἐς τὸν πόλεμον παρασκευαστέα. 2 τότε δὴ οὖν οἱ Πέρσαι, ἐπειδὴ ἐς τόξου βολὴν ἀφίκοντο, αὐτίκα οἵ γε, τοῦτο δὴ αὐτοῖς τὸ εἰθισμένον, θαμὰ ἐπετοξάζοντο· πολλοί τε τῶν Ῥω μαίων τρωθέντες, οἱ μὲν ἔτι ἀμυνόμενοι ἀντεῖχον, ἔνιοι δὲ καὶ ἀπόμαχοι ἐγίγνοντο. 3 Ἀγγίλας δὲ καὶ Φιλομάθιος καὶ τῶν ἀμφ' αὐτοὺς ταγ μάτων ἄνδρες ἐς διακοσίους, καὶ ταῦτα προειρημένον ἁπάσῃ τῇ στρατιᾷ ὑπὸ Μαρτίνου μένειν ἕκαστον κατὰ χώραν καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀπομά χεσθαι, οἱ δὲ τὴν καθ' αὑτοὺς πύλην ἀναπετάσαντες κατὰ τῶν πολεμίων ἐχώρουν. 4 Θεόδωρος δὲ ὁ τοῦ Τζανικοῦ ὁμίλου ταξίαρχος ἐπεῖχε μὲν τὰ πρῶτα καὶ ἀνέκοπτε τὴν ὁρμήν, νεμεσῶν αὐτοῖς τῆς προπετείας. ἐπεὶ δὲ οὐκ ἐπείθοντο, ὑπήγετο καὶ αὐτὸς τοῖς πλείστοις, οὔτι ἑκών, καὶ ἐνεδίδου, εὐθύς τε ἐφοίτα ξὺν ἐκείνοις, ὡς μὴ ἀποδειλιᾶν νομισθείη τούτου τε ἕνεκα μόνου τὸ εὐπρεπὲς τῆς εὐβουλίας προΐσχεσθαι· ἤρεσκε 113 μὲν γὰρ αὐτὸν οὐδαμῶς τὰ ποιούμενα, μετέχειν δὲ ὅμως αὐτῶν ἠνείχετο ἐς ὅ τι ἄρα καὶ τελευτήσαιεν. 5 καὶ μικροῦ γε ἅπαντες αὐτοῦ διεφ θάρησαν, εἰ μή τις αὐτοὺς ἑτέρα διέσωσε γνώμη ἐκ τοῦ κρείττονος ἐπιρ ρωσθεῖσα. οἱ γὰρ ∆ιλιμνῖται ἀνὰ τὸν ἐκείνῃ χῶρον ἑστῶτες καὶ ἐς φάλαγ γα ξυντεταγμένοι, ἐπειδὴ κατεῖδον τὴν ὀλιγότητα τῶν ἐπερχομένων, ὑπεδέχοντό γε αὐτοὺς ἡσυχῇ καὶ ἀνέμενον. 6 ὡς δὲ ἀγχοῦ ἤδη παρῆ σαν, αὐτίκα οἵ γε ἠρέμα τὰ κέρα ὑποκολπώσαντες περιβάλλουσιν ἅπαντας, καὶ ἐς ἀκριβῆ κύκλωσιν ἐγκατεῖργον, οἱ δὲ Ῥωμαῖοι πάν τοθεν περιειλημμένοι δρᾶσαι μὲν τὸ λοιπὸν οὐδὲν ὁτιοῦν τοὺς πολε μίους διενοοῦντο· εὐκτὸν δέ τι αὐτοῖς ἐδόκει καὶ ἄπιστον, εἴ γε ἀμωσγέπως διαδράσαιεν. 7 καὶ δὴ ἐπὶ σφᾶς ἑλιχθέντες καὶ τὰ δόρατα προβεβλημένοι ἐμπίπτουσιν ἀθρόον τῶν πολεμίων τοῖς πρὸς τῷ ἄστει ἐφεστηκόσιν. οἱ δὲ ἐσιδόντες αὐτοὺς πολλῇ τῇ ῥύμῃ φερομένους καὶ οἷον ταῖς ἐλπίσιν ἀπειρηκότας διέστησαν εὐθὺς ἀπ' ἀλλήλων καὶ ἀπεκρίθη σαν, οὐκ ἐνεγκόντες ἄνδρας δυσθανατῶντας καὶ ὅποι αὐτοῖς τὸ θράσος χωρήσει, οὐ λογιζομένους. 8 οὕτω δὲ ἐκείνων ἐφέντων, ἐκδραμόντες οἱ Ῥωμαῖοι κατὰ τὸ παρεῖκον ἄσμενοι αὖθις εἴσω τοῦ περιβόλου ἐγέ νοντο καὶ τὴν πύλην προσήραξαν. παρὰ τοσοῦτον μὲν κινδύνου ἵκοντο, οὐκ ἐπ' ἄλλῳ τῳ ἀριστεύσαντες ἢ μόνῳ τῷ διαφυγεῖν καὶ ἀποσωθῆναι. 23. Τοῖς δὲ τῶν Περσῶν ἀχθοφόροις ἐκ πλείστου διαπονουμένοις ἐς τὸ τὴν τάφρον καταχωννύναι, τότε δὴ ἅπασα αὐτοῖς ἀνεπέπληστο, καὶ συνῆπτο ἁπανταχόθεν τὸ ἀπερρωγὸς καὶ μεμερισμένον, ὡς καὶ βάσιμον εἶναι τὸ χωρίον στρατιᾷ τειχομαχούσῃ καὶ τὰς ἑλεπόλεις μηχανὰς οὐ χαλεπῶς ἐνθένδε προσάγεσθαι. 2 μακρὸς δὲ αὐτοῖς ἢ κατὰ τὴν πολυχειρίαν ἐν τῷδε τῷ ἔργῳ χρόνος ἐτρίβη. λίθους γὰρ κατὰ τὸ μᾶλλον καὶ χοῦν ἐμβάλλοντες οὐ ῥᾳδίως πρὸς τὰς συγκλείσεις ἐξήρ κουν, ξύλων οὐ μάλα παρόντων, ὅτι μὴ ὁπόσα πόρρωθεν ἐκ τῆς νάπης κατατέμνοντες ξὺν πόνῳ πολλῷ διεκόμιζον. 3 οἱ γὰρ Ῥωμαῖοι ἐτύγ χανον ἤδη πρότερον ἅπαντας τοὺς ἀμφὶ τὸ ἄστυ ἀγροὺς ἐμπρήσαντες καὶ πρός γε τὰς τῶν ὁδοιπόρων καταλύσεις καὶ εἴ τι ἕτερον ἐνδιαίτημα ὡς πλησιαίτατα ἵδρυτο. τοῦτο δὲ ἔδρασαν, ὡς ἂν μὴ τὴν ἐνθένδε ὕλην οἱ πολέμιοι πρόχειρον ἔχοντες εὐκόλως τὰς ἐπιτεχνήσεις τῶν ἔργων ποι οῖντο. 4 ἐκείνης μὲν οὖν τῆς ἡμέρας οὐδέν τι ἀξιαφήγητον ἄλλο ἐπράχ θη, ἀλλὰ νυκτὸς ἐπιφοιτώσης ὁ Ναχοραγὰν ἅμα τοῖς πλήθεσιν ἐς τὸ 114 στρατόπεδον ἐπανῆκεν. 5 τῇ δὲ ὑστεραίᾳ ὁ Μαρτῖνος τά τε τῶν οἰκείων φρονήματα ἐπιρρῶσαι βουλόμενος καὶ τοὺς ἐναντίους ἐκπλῆξαι ἤθροισε μὲν ἐς ταὐτὸ ἅπασαν τὴν τῶν Ῥωμαίων στρατιάν, ὡς δή τι τῶν παρόντων πέρι διασκεψόμενος· εἰσφοιτᾷ δὲ ἀθρόον ἐς μέσον, οὕτω πρὸς αὐτοῦ μεμελετημένον, ἀνήρ τις τῶν οὐ λίαν γνωρίμων, κονιορτοῦ τε ἀνάπλεως καὶ οἷος ἐκ μακρᾶς ὁδοιπορίας εἰκάζεσθαι, ἥκειν τε ἔλεγεν αὐτίκα ἐκ Βυζαντίου καὶ γράμμα τοῦ βασιλέως ἐπιφέρεσθαι. 6 λαβὼν δὲ τοῦτο ἀσμενέστατα δῆθεν ὁ στρατηγὸς καὶ