1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

61

ἰδιοχείρῳ ἐξαρνησάμενον τὴν πρὸς τὸν βασιλέα Κωνσταντῖνον εὔνοιαν καὶ ἀγάπην, ὃν πρῶτον μὲν σπαθαροκανδιδᾶτον ἐτίμησεν, καὶ πρῶτον πρωτοκάραβον ποιήσας καὶ πρωτοσπαθάριον τῆς φιάλης προβαλόμενος, μετ' ὀλίγον καὶ πρωτοσπαθάριον ἐτίμησεν. Οὗτος οὖν δι' ὑπομνήσεως τοῦ κληρικοῦ Ἰωάννου καὶ κατὰ συγχώρησιν Θεοῦ ῥέκτωρος γεγονότος, ὑπέθετο τῷ μακαρίτῃ βασιλεῖ, τῷ κυρῷ Ῥωμανῷ, ὅτι· "Ὁ πρωτοσπαθάριος Θεοφύλακτος καὶ τῆς τραπέζης τῆς αὐγούστης, ἐπεὶ προβολὴ καὶ ἀντίληψις τῆς μητρὸς τοῦ βασιλέως τυγχάνει καὶ αὐτοῦ τοῦ βασιλέως, ἀνάγκη καὶ πρὸς τοὺς ἰδίους δεσπότας καὶ εὐεργέτας προσπαθεῖν. Καὶ τίς ἡ χρεία τὸν λαὸν τῶν ἀγραρίων τῆς φιάλης ἐν δυσὶν ἐξουσίαις διαιρεῖσθαι; ∆ύναται γὰρ ὁ τῆς τραπέζης τῆς αὐγούστης τῇ πρὸς τὸν βασιλέα καὶ τὴν αὐγοῦσταν εὐνοίᾳ κρατούμενος, ἐξαπατῆσαι τοὺς ὑπ' αὐτοῦ κρατουμένους αὐγουστιατικοὺς ἀγραριώτας, πολλάκις δὲ καὶ τοὺς τῶν δρομωνίων ἐλάτας, καὶ μελετήσουσίν τινα ἐπανάστασιν κατὰ τῆς βασιλείας σου." Ταῦτα εἰπὼν πείθει τὸν κακὸν ἐκεῖνον καὶ σκολιὸν ῥέκτωρα καὶ δι' αὐτοῦ τὸν βασιλέα. Εὔκολον γὰρ ἡ κουφότης καὶ ἀδιάκριτος γνώμη πρὸς ἅπαν τὸ κακούργως λεγόμενον καὶ ὑποτιθέμενον ἀποπλανᾶσθαι καὶ ἐκκυλίεσθαι. Καὶ εἰπὼν πείθει καὶ πείσας, δίδοται αὐτῷ καὶ ἡ τῶν αὐγουστιατικῶν ἀγραρίων ἐξουσία. Καὶ ἔκτοτε ἐπεκράτησεν τὸ τὸν πρωτοκάραβον τοῦ βασιλικοῦ δρομωνίου ἐπέχειν καὶ ἐξουσιάζειν πάντας τοὺς ἐλάτας τῶν τε δρομωνίων βασιλικῶν τε καὶ αὐγουστιατικῶν ἀγραρίων καὶ εἶναι καὶ πρωτοσπαθάριον τῆς φιάλης. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀειμνήστου βασιλέως, ἐγένετο ἀπὸ τῶν τῆς δύσεως θεμάτων λογαρίου ἀπαίτησις διὰ τοῦ πρωτοσπαθαρίου Λέοντος καὶ γεγονότος στρατηγοῦ τοῦ Τζικάνη ἐκ τῶν αἱρουμένων μὴ ταξιδεύειν. Ἰστέον, ὅτι καὶ πάλιν ἐπὶ τοῦ αὐτοῦ φιλοχρίστου καὶ ἀειμνήστου Λέοντος ἐγένετο ἀπὸ τῶν τῆς δύσεως θεμάτων λογαρίου ἀπαίτησις διὰ τοῦ μαγίστρου Ἰωάννου τοῦ Ἐλαδᾶ, τῷ τότε πατρικίου αὐτοῦ ὄντος. Ἰστέον, ὅτι καὶ πάλιν ἐπὶ Ῥωμανοῦ δεσπότου, βουληθέντος ταξιδεῦσαι τοὺς Πελοποννησαίους ἐν Λαγουβαρδίᾳ, τοῦ πρωτοσπαθαρίου Ἰωάννου τοῦ Πρωτεύοντος ἐν Πελοποννήσῳ τότε στρατηγοῦντος, ᾑρετίσαντο οἱ αὐτοὶ Πελοποννησαῖοι μὴ ταξιδεῦσαι, ἀλλὰ δοῦναι ἱππάρια χίλια ἐστρωμένα καὶ χαλινωμένα καὶ λογάριον κεντηνάριον ἕν, ἅπερ καὶ μετὰ πολλῆς προθυμίας παρέσχον. 52 Ἡ γενομένη ἀπαίτησις τῶν ἱππαρίων ἐν τῷ θέματι Πελοποννήσου ἐπὶ Ῥωμανοῦ δεσπότου, καθὼς προείρηται. Ὁ μητροπολίτης Κορίνθου ἱππάρια τέσσαρα· ὁ μητροπολίτης Πατρῶν ἱππάρια τέσσαρα· οἱ ἐπίσκοποι πάντες τοῦ θέματος ἀνὰ ἱππάρια δύο· οἱ πρωτοσπαθάριοι ἀνὰ ἱππάρια τρία· οἱ σπαθαροκανδιδᾶτοι ἀνὰ ἱππάρια δύο· οἱ σπαθάριοι, οἱ στράτωρες ἀνὰ ἱππαρίου ἑνός· τὰ βασιλικὰ καὶ πατριαρχικὰ μοναστήρια ἀνὰ ἱππάρια δύο· τὰ τῶν ἀρχιεπισκοπῶν, μητροπόλεων καὶ ἐπισκοπῶν μοναστήρια ἀνὰ ἱππάρια δύο· τὰ ἄπορα μοναστήρια σύνδυο ἱππάριον ἕν. Οἱ δὲ ἔχοντες βασιλικὰ ἀξιώματα, πλώϊμοι, κογχυλευταί, χαρτοποιοὶ ἱππάρια οὐ δεδώκασιν. Ἰστέον, ὅτι καὶ πᾶς ὁ στρατὸς Πελοποννήσου ἀπῃτήθησαν ὑπὲρ τοῦδε τοῦ ταξιδίου ἀνὰ νομίσματα πέντε, οἱ δὲ παντελῶς ἄποροι σύνδυο νομίσματα πέντε, ἐξ ὧν συνέστη καὶ τὸ προρρηθὲν διὰ χαράγματος κεντηνάριον ἕν. 53 Ἱστορία περὶ τοῦ κάστρου Χερσῶνος. Βασιλεύοντος ∆οικλητιανοῦ ἐν Ῥώμῃ, ἐν δὲ τῇ Χερσωνιτῶν στεφανηφοροῦντος καὶ πρωτεύοντος Θεμιστοῦ, τοῦ Θεμιστοῦ, Σαυρόματος, ὁ ἐκ τῶν Βοσποριανῶν, Κρισκορόνου δὲ παῖς γενόμενος, συναθροίσας Σαρμάτας τοὺς τὴν Μαιώτιδα λίμνην οἰκοῦντας, ἐστρατοπεδεύσατο κατὰ Ῥωμαίων, καὶ καταλαβὼν τὴν τῶν Λαζῶν χώραν καὶ πολεμήσας τοὺς ἐκεῖσε, φθάζει καὶ ἕως τοῦ Ἅλυος ποταμοῦ. Μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς ∆ιοκλητιανός, πορθεῖσθαι τὴν τῶν Λαζῶν χώραν καὶ τὴν Ποντικήν, ἀπέστειλεν ἐκεῖσε στρατὸν ἀντιπαρατάξασθαι Σαρμάταις βουλόμενος. Ἦν δὲ ἔξαρχος τοῦ στρατοῦ Κώνστας τριβοῦνος, καὶ καταλαβὼν τὸν Ἅλυν ὁ Κώνστας σὺν τῷ στρατῷ, ἐκαθέσθη ἐκεῖσε, κωλύων Σαρμάτας ἀντιπερᾶσαι τὸν