1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

61

οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται· πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη τῷ Ὀσίριδι Ἶσις ἡ Αἰγυπτία ἐστὶν γῆ, διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς· διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται. 3.12.1 Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μέν, ἀλλὰ ἀνδρείκελον καὶ καθήμενον κυανοῦν τε τὴν χρόαν, κεφαλὴν δὲ κριοῦ κεκτημένον καὶ βασίλειον κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. κάθηται δὲ παρακειμένου κεραμέου ἀγγείου, ἐφ' οὗ ἄνθρωπον ἀναπλάσσει. δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σε3.12.2 λήνη. τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος μὲν πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ εἰκασμένον. λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα, τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου τὸ ἀφ' ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν. τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσιν· φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν, ἔνθα τὸ φῶς· ὁ δ' ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον, 3.12.3 παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας. θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὧρος. ἡ δὲ τῆς Εἰλειθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει· τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην· ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὸν γῦπα, θη3.12.4 λείας πάσας ἀποφαινόμενοι. ἐν δὲ τοῖς κατ' Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται, δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου· 3.12.5 καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνης, ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ. καὶ ἄνθρωπος δὲ παρ' Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος καὶ θύεται τούτῳ καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα καίεται· ὁ δὲ μετ' ὀλίγον φάγοι ἂν τὰ ὡς ἀνθρώπῳ αὐτῷ παρεσκευα3.12.6 σμένα. ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς θρησκείαις βουθυτεῖν. ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν. 3.13.1 Ἀλλ' ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πόλει καλούμενος Μνεῦις βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα. ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότη3.13.2 τος ὅ τε ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν. σελήνῃ δὲ ταῦρον ἀνέθεσαν, ὃν Ἆπιν ἐπονομάζουσιν, μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα ἡλίου καὶ σελήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου· ἡλίου δὲ σημεῖον τὸ μέλαν τοῦ σώματος καὶ ὁ ὑπὸ τὴν γλῶτταν κάνθαρος· σελήνης δὲ σύμβολον τό τε διχότομον καὶ ἀμφίκυρτον.» 3.13.3 Ταῦτά μοι ἐκ τῆς τοῦ προειρημένου ἀνδρὸς γραφῆς ἐπιτετμήσθω, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν ἀπορρήτων τῆς Ἑλληνικῆς ὁμοῦ καὶ Αἰγυπτιακῆς θεολογίας, ἧς ἀποστάτας ἑαυτοὺς καὶ φυγάδας ὁμολογοῦμεν, κρίσει καὶ 3.13.4 λογισμῷ σώφρονι καὶ τάδε παραιτησάμενοι. οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει φωνή, φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι φήσασα. βέβηλοι γοῦν οὐχ ἡμεῖς, ἀλλ' οἵ γε τοιάσδε αἰσχρὰς καὶ ἀπρεπεῖς μυθολογίας κανθάρων πέρι καὶ θηρίων ἀλόγων σοφίας θεολόγου νοήματα εἶναι ἀποφηνάμενοι, οἳ κατὰ τὸν θαυμάσιον ἀπόστολον «φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν· ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος 3.13.5 φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων