61
δουλεύσας ὑπὲρ τῆς Ῥαχὴλ πρῶτα καὶ παρὰ γνώμην τῇ Λείᾳ μιχθεὶς τρίτον ἔσχε παῖδα τὸν Λευὶ παρ' αὐτῆς ἐν τρισὶν ἔτεσι δηλονότι. ὥστε οὔτε τῷ Ἀφρικανῷ πιστευτέον πζʹ ἔτει τοῦ Ἰακὼβ λέγοντι γεννηθῆναι τὸν Λευὶ οὔτε τῷ Εὐσεβίῳ λέγοντι τῷ πςʹ ἔτει. κατ' ἄμφω γὰρ ἢ τῷ ζςʹ ἢ τῷ ζεʹ τῆς ζωῆς Ἰακὼβ εὑρεθήσεται γεννη θεὶς ὁ Ἰωσήφ· ὅπερ ἀσύμφωνον τῇ θείᾳ γραφῇ παριστώσῃ τοῦτον ἐτῶν λʹ ἄρξαντα τῆς Αἰγύπτου καὶ μετὰ τὰ δέκα ἔτη, ἑπτὰ λέγω τῆς εὐθηνίας καὶ τρία τῆς λιμοῦ, ἀπολαβόντα τὸν πατέρα Ἰσραὴλ πανοικὶ ρλʹ ἐτῶν, σερακοντούτην ὄντα δηλονότι. ὥστε ἐκ τούτων ἀκριβῶς παρίσταται ἡ ἑκατέρου γένεσις, καὶ οὕτως ἡμῖν στοιχειωθήσεται ἔχουσι καὶ ἑτέρους μεταγενεστέρους ἐκκλησιαστικοὺς ἱστορικοὺς συνᾴδοντας, μὴ μέντοι μετὰ τῆς προκειμένης αἰτιολογίας καὶ ἀκριβοῦς ἀποδείξεως. Ἰακὼβ ἔτει ζαʹ ἐγέννησε τὸν Ἰωσήφ, ἔσχατον πάντων τῶν ἐν Μεσοπο ταμίᾳ τεχθέντων αὐτῷ παίδων, πρῶτον δὲ ἐκ τῆς Ῥαχήλ. Ἰωσὴφ δὲ μετὰ τὴν ἐν γῇ Χαναὰν ἐπάνοδον τοῦ πατρὸς φθόνῳ τῶν ἀδελφῶν δοῦλος πραθεὶς κατήχθη εἰς Αἴγυπτον τῷ ρζʹ ἔτει τοῦ Ἰακώβ, αὐτὸς ὢν ἐτῶν ιζʹ, καὶ μετὰ ιγʹ ἔτος ἐτῶν ὑπάρχων λʹ τὴν ἡγεμονίαν Αἰγύπτου ἐγχειρίζεται ἐπὶ Ἀφώφεως Φαραῶ βασιλέως Αἰγύπτου, κατὰ τὴν δυναστείαν, τῷ ρκʹ ἔτει τοῦ πατρός. καὶ μετὰ ἔτη ιʹ, ἕβδομον μὲν τῆς εὐθηνίας, τρίτον δὲ τῆς λιμοῦ, κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, ἔτει μʹ τοῦ Ἰωσήφ, ρλʹ ἄγοντος ἔτος, καὶ ἐπέζησεν ἐν Αἰγύπτῳ ἔτη ιζʹ, ὡς ἡ θεία γραφὴ τῆς Γενέσεως μαρτυρεῖ. Ἦν δ' ἄρα καὶ Ἰωσὴφ κατὰ τὴν ἀκόλουθον ἀπαρίθμησιν ἐν τῷ καιρῷ τοῦ θανάτου Ἰακὼβ ἐτῶν νζʹ. τοῦ δὲ πατρὸς αὐτοῦ τῷ ρμζʹ τῆς ζωῆς αὐτοῦ μεταλλάξαντος ἔτει, ὅπερ ἦν κοσμικὸν γχιθʹ, αὐτὸς ἐπέζησεν Ἰωσὴφ ἔτη λοιπὰ νγʹ. ὁμοῦ γίνονται ἔτη τῆς ζωῆς Ἰωσὴφ ριʹ, κόσμου δὲ γχοβʹ. μέχρι μὲν οὖν τῆς αὐτοῦ τελευτῆς ἡ ἱερὰ Γένεσις ἱστορεῖ, μηδαμοῦ χρόνους ἡμῖν τοῦ Λευὶ διαγράφουσα, καθ' οὓς ἐγέννησε τὸν Καὰθ ἢ τοὺς τοῦ Καάθ, καθ' οὓς οὗτος τὸν Ἄμβραμ ἢ ὁ Ἄμβραμ τὸν Μωυσῆν. 135 Ἡ δὲ τῶν υλʹ ἐτῶν ἀπαρίθμησις τῆς ἐν γῇ Χαναὰν παροικίας τοῦ Ἰσραὴλ καὶ ἐν Αἰγύπτῳ, κατὰ τὴν πρὸς Ἀβραὰμ τοῦ θεοῦ πρόρρησιν, κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ ἱστορικοὺς ἀπὸ τοῦ εʹ καὶ οʹ ἔτους ἀριθμεῖται· καὶ ἔστιν ἀπὸ τοῦ αὐτοῦ οεʹ ἔτους Ἀβραὰμ ἕως τελευτῆς Ἰωσὴφ καὶ τῆς βίβλου τῆς Γενέσεως ἔτος τῆς αὐτῆς παροικίας ςʹ οὕτως· ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἕως γεννήσεως τοῦ Ἰσαὰκ ἔτη κεʹ. Ἰσαὰκ ἐγέννησε τὸν Ἰακὼβ ἔτει αὐτοῦ ξʹ. Ἰακὼβ ἐτῶν ρλʹ μετῆρε πρὸς Ἰωσὴφ εἰς Αἴγυπτον, δεκάτῳ ἔτει τῆς ἀρχῆς αὐτοῦ καὶ μʹ τῆς ζωῆς ὑπάρχοντι. ἔζησε δὲ Ἰωσὴφ μετὰ τὸ ρλʹ ἔτος Ἰσραήλ, ἤτοι τὸ μʹ τῆς ζωῆς αὐτοῦ, ἔτη οʹ. ἦν ἄρα κατὰ μὲν τὸ ρλʹ ἔτος Ἰακὼβ ἔτος τῆς θείας προρρήσεως καὶ τῆς ἐν γῇ Χαναὰν παροικίας σιεʹ, ὡς ἅπαντες σὺν τῇ γραφῇ καθομολογοῦσι, κόσμου δὲ γχʹ. ἐπέζησε δὲ Ἰωσὴφ ἔτη οʹ τῆς ἐν Αἰγύπτῳ παροικίας. λείπονται δὲ εἰς ἀναπλήρωσιν τῶν υλʹ ἐτῶν ἀπὸ ριʹ Ἰωσὴφ ἔτους ἕως ἐξ όδου καὶ ἐλευθερίας υἱῶν Ἰσραήλ, ἥτις γέγονεν ἐπὶ Μωυσέως πʹ, λοιπὰ ἔτη ρμεʹ. τούτων ὁμολογουμένων ἔχομεν τὰ πʹ Μωυσέως, τὰ δὲ λοιπὰ ξεʹ ἀπὸ τελευτῆς Ἰωσὴφ καὶ τῆς βίβλου τῆς Γενέσεως ἕως πρώτου ἔτους Μωυσέως σεσίγηνται τῇ γραφῇ μηδαμοῦ φερόμενα, μόνον δὲ ἐκ τῆς προκειμένης πρόσθεν ἀφαιρέσεως τῶν υλʹ τῆς παροικίας ἡμῖν ὄντα πρό δηλα, ὅτι ξεʹ ἔτη εἰσὶν ἀπὸ τῆς τελευτῆς Ἰωσὴφ ἐπὶ τὴν Μωυσέως γέν νησιν, ἅτινα γενεαλογεῖν ἀπὸ Ἰωσὴφ καὶ κατιέναι ἐπὶ Μωυσέα ἀδύνατον διὰ τὸ ἐξ ἄλλης φυλῆς τὸν αὐτὸν κατάγεσθαι Μωυσέα τῆς Λευιτι κῆς. ἀνάγκη δὴ πᾶσα λοιπὸν ἐνταῦθα παραθεμένους τὰ φανερῶς τῇ γραφῇ λελεγμένα καὶ πᾶσιν ὁμολογούμενα ὡς ἐπ' ἄλλην ἀναδραμεῖν ἀρχήν. Τὸ πρῶτον ἔτος Λευί, τοῦτο δὲ ἦν, ὡς πρὸ βραχέος δέδεικται, κατὰ τὸ πβʹ τοῦ Ἰακώβ, τὸ δ' αὐτὸ πάλιν τῆς μὲν ἐν τῇ Χανανίτιδι γῇ παροικίας ἔτος ἦν ρξζʹ οὕτως· ὁ Ἀβραὰμ ἀπὸ οεʹ ἔτους ἐπὶ ρκεʹ ἔτη. Ἰσαὰκ ἕως πρώτου Ἰακὼβ ξʹ. Ἰακὼβ ἕως πρώτου ἔτους Λευὶ πβʹ. ὁμοῦ ρξζʹ λοιπὰ 136 τῶν υλʹ τῆς παροικίας σξγʹ. ἅτινα μαρτυρούμενα μὲν ὑπὸ τῆς γραφῆς