61
τροχοῖς ἑκ 1.174 καίδεκα οἰκίαν κατεσκεύασε ξυλίνην δυναμένην ὑποδέξασθαι ἄνδρας ἑκατὸν, οἳ ἔμελλον τὴν μηχανὴν κινεῖν ἔνδοθεν ὠθοῦντες· ὑπεράνω δὲ τοῦ οἰκήματος ξύλινον πύργον καταστρώματα ἔχοντα πέντε, ὡς ἐν ἑκάστῳ δὴ καταστρώματι τῶν ἐκ τόξων Λατινικῶν τῶν λεγομένων τζαγγρῶν ἀφιέντων βέλη ἐσομένων ὀκτὼ, οἳ ἔμελλον τοὺς ἐπὶ τοῦ τείχους βάλλοντες ἀπώσεσθαι. τελεσθείσης δὲ ἤδη τῆς μηχανῆς, καὶ τῶν τε ὁπλιτῶν καὶ τῶν ἐπὶ τῷ κινεῖν τὸν πύργον τεταγμένων, ἡ μὲν ἄλλη πᾶσα στρατιὰ τῶν σημαίων ἀρθέντων καὶ τῆς σάλπιγγος σημηνάσης, ἐτειχομάχουν· ὁ πύργος δὲ ὑπὸ τῶν ἔνδοθεν ὠθούντων κινούμενος, ᾔει βάδην, ὡς δοκεῖν αὐτὸν ἐμπνέοντα κινεῖσθαι. οὐδὲ γὰρ ἑωρᾶτό τις τῶν ἔνδοθεν οὐδαμόθεν, διὸ οὐδὲ βάλλεσθαι δυνατὸς ἦν. ὡς δὲ ἐν ἐφικτῷ ἐγένοντο τοῦ τοξεύειν, οἱ μὲν ἀπὸ τοῦ ξυλίνου πύργου ἔβαλλον τοὺς ἀπὸ τῶν τειχῶν· αὐτοὶ δὲ μήτε τι ἀντιδρᾷν ἔχοντες, καὶ τῶν ἀπὸ τῶν τζαγγρῶν ἀφιεμένων βελῶν διὰ κραταιότητα καὶ ῥύμην διὰ παντὸς ὅπλου χορούντων καὶ διαδυομένων, τραυματιζόμενοι ὑπ' αὐτῶν, οἱ δὲ καὶ ἀποθνήσκοντες, μικρὸν μὲν ἐκαρτέρησαν, ἔπειτα ἀπέστησαν, τὸ τεῖχος ἔρημον καταλιπόντες. μέλλοντος δὲ ὅσον οὔπω τοῦ ξυλίνου πύργου τοῖς τείχεσι τῆς πόλεως συμμίγνυσθαι, τοιοῦτόν τι συνέβη. πρὸ τῶν τῆς πόλεως τειχῶν ἦν ἐκ παλαιοῦ κατεσκευασμένη στοὰ πρὸς ὑποδοχὴν ὕδατος· ξύλοις δὲ καὶ σανίσι στεγα 1.175 σθεῖσα, ἐπιτεθείσης ἄνωθεν καὶ γῆς, ἦν ἐν τῷ ἀφανεῖ, καὶ οὐδεὶς οὐδὲ τῶν ἐγχωρίων ἐκ χρόνων ᾔδει παλαιῶν κατακεκρυμμένην. ἁμάξας μὲν οὖν καὶ ὅσα δι' αὐτῆς διήρχετο βάρη, ἔστεγον τὰ ξύλα. ὡς δὲ ὁ πύργος ἐγένετο κατ' αὐτῆς, διαθραυσθέντων τῷ βάρει, κατεχώσθη ἐν τῇ στοᾷ. τῶν μὲν οὖν ἔνδον ὄντων ἀπέθανεν οὐδεὶς, ἀλλὰ διεσώθησαν πάντες· ἡ μέντοι Φιλιππούπολις παρὰ τοσοῦτον ἐλθοῦσα διέφυγεν ἁλῶναι. οἱ γὰρ ἔνδον ἀναθαρσήσαντες, ἀναβάντες ἠμύνοντο ἐπὶ τὸ τεῖχος, καὶ ἡ λοιπὴ στρατιὰ ἐπαύσαντο τειχομαχοῦντες. ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς οἱ τῶν Μυσῶν δυνατοὶ, τοῦ βασιλεύσαντος αὐτῶν Τερτερῆ ἀδιαδόχου ἀποθανόντος, τὸν τῆς Βιδύνης ἄρχοντα Μιχαὴλ τοῦ παρ' αὐτοῖς δεσπότου τοῦ Στρεαντζιμήρου υἱὸν ἐκ Μυσῶν καὶ Κομάνων τὰς τοῦ γένους ἕλκοντα σειρὰς προσκαλεσάμενοι ἀπέδειξαν βασιλέα ἑαυτῶν, καὶ τὸν Τίρνοβον, ἐν ᾧ καὶ τὰ βασίλεια αὐτῶν ἐστι, παρέδοσαν καὶ τὴν ἄλλην ἀρχήν. ὁ δὲ τήν τε ἰδίαν στρατιὰν συναγαγὼν καὶ ἐξ Οὐγκροβλάχων κατὰ συμμαχίαν οὐκ ὀλίγην, ἔτι δὲ καὶ Σκυθικὴν παραλαβὼν, βασιλεῖ μὲν τῷ Ῥωμαίων Φιλιππούπολιν πολιορκοῦντι ἐπιέναι οὐκ ἔγνω δεῖν· ᾔδει γὰρ ἀξιόμαχος οὐκ ὤν. κατὰ δὲ τῶν μετὰ τὴν Τερτερῆ τελευτὴν τοῖς Ῥωμαίοις προσθεμένων πόλεων ἐχώρει ἐν τοῖς ὀρεινοῖς κειμένων ἀσφάλειαν παρέχουσι τοῖς συστρατευομένοις αὐτῷ Σκύθαις καὶ τοῖς ἄλλοις συμμάχοις οὖσι τοξόταις, καὶ καθήμενος ἐδῄου τὴν γῆν καὶ τὰς πόλεις ἐπολιόρκει. ὡς δὲ 1.176 ἠγγέλθη ταῦτα τῷ βασιλεῖ, μετὰ τῶν ἐν τέλει βουλευσαμένῳ ἐδόκει τὴν μὲν πολιορκίαν Φιλιππουπόλεως καταλιπεῖν, κατὰ δὲ Μιχαὴλ ὡς αὐτῷ μαχεσομένους χωρεῖν. οὕτω δὲ βουλευσαμένοις, τὸν μὲν τῶν Μυσῶν δεσπότην Βοησίλαν οἴκαδε ἐκέλευεν ὁ βασιλεὺς ἀπελθόντα, ἐπεὶ πλησίον ἦν, καὶ αὐτὸν καὶ τὴν ὑπ' αὐτὸν στρατιὰν ὧν ἂν δέοιτο πρὸς τὴν μάχην παρασκευασάμενον, εἰς τρίτην ἡμέραν εἰς Ποτοῦκαν ἐλθεῖν, ὃ πόλισμα ἦν κατεσκαμμένον ἔκ τινος ὡς ἔοικε πολέμου, ἀπεῖχε δὲ τοῦ τόπου, οὗ ἐστρατοπεδεύετο Μιχαὴλ, μιᾶς ἡμέρας ὁδὸν, ὡς ἐκεῖ τοῦ βασιλέως αὐτὸν περιμενοῦντος. ὁ μὲν οὖν οἴκαδε εἰς Κόψιν ἀπῆλθεν ἐξαρτυσόμενος τὰ πρὸς μάχην· βασιλεὺς δὲ Στενιμάχου καὶ Τζεπαίνης Βρυέννιον τὸν Γεώργιον στρατηγὸν καταστήσας, στρατιάν τε ἀρκοῦσαν πρὸς φυλακὴν καταλιπὼν ὥστε μὴ κακῶς ὑπὸ τῶν Φιλιππουπολιτῶν ὑπεκθεόντων τὴν χώραν πάσχειν, αὐτὸς ἄρας παντὶ τῷ στρατεύματι, ἦλθεν εἰς Ποτοῦκαν, ὡς ἐκεῖ τὸν Βοησίλαν κατὰ τὸ σύνθημα περιμενῶν. στρατοπεδευομένῳ δὲ ἐκεῖ ἀπήγγειλέ τις ἐλθὼν, ὡς ἐτεθνήκει Βοησίλας ἐξαπίνης· τότε μὲν οὖν ἐδόκει ψεύδεσθαι ὁ ἄνθρωπος καὶ οὐδὲν λέγειν ὑγιές· μετὰ