61
ἀνεχώρησε θεραπευθησόμενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας ̓Ιηοῦν τὸν τοῦ ̓Αμασῆ· ̓Ελισσαῖος δ' ενα τῶν μαθητῶν επεμψε χρίσοντα εἰς βασιλέα τὸν ̓Ιηοῦν, ὡς τοῦ θεοῦ αὐτὸν ᾑρημένου. ὁ δ' ἐλθὼν ἰδίᾳ τῶν αλλων ἀπολαβὼν τὸν ̓Ιηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστι1.153 κώτερον, εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ελαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βασιλέα αὐτόν, ιν' ἀφανίσῃ τὸ γένος τοῦ ̓Αχαάβ. καὶ ὁ μὲν αμα τε ειπε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέδραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί αν βούλοιτο ὁ καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, "ὀρθῶς ἐκρίνατε" εφη, "ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· ειρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν." καὶ ὁ λαὸς ἀκούσας ταῦτα σαλπίζων ἀνηγόρευε βασιλέα τὸν ̓Ιηοῦν. ὁ δὲ αὐτίκα τοὺς λογάδας τῶν ἱππέων παραλαβὼν ἐξώρμησεν, ιν' ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν ̓Ιωράμ. τοῦ δὲ σκοποῦ τῷ ̓Ιωρὰμ ἱππεῖς ηκειν φήσαντος, εστειλέ τινα ἐκεῖνος ἐρωτῶντα τί αν βούλοιντο. ̓Ιηοῦς δὲ μηδὲν ἀποκριθεὶς επεσθαι αὐτῷ προετρέπετο. ειτα καὶ δεύτερον εστειλεν· οὐδ' ἐκείνου δὲ ἀναστρέψαντος, αὐτὸς ὁ ̓Ιωρὰμ τοῦ αρματος ἐπιβάς, σὺν ̓Οχοζίᾳ ἐλθόντι πρὸς ἐπίσκεψιν αὐτοῦ, ἀδελφῆς αὐτοῦ οντι υἱῷ, συνήντησεν ἐν ἀγρῷ Ναβουθαὶ τῷ ̓Ιηοῦ, καὶ ηρετο περὶ τῆς στρατιᾶς οπως εχει· ὁ δὲ βλασφημίας αὐτοῦ κατέχεεν. ̓Ιωρὰμ δὲ στραφεὶς ἀπεδίδρασκε δεδιώς. καὶ ̓Ιηοῦς τὸ τόξον ἐντείνας βάλλει αὐτόν. καὶ τοῦ αρματος ἐκπεσὼν τέθνηκε, καὶ ἐρρίφη εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρὸν κατὰ τὴν πρόρρησιν ̓Ηλιού, ην πρὸς ̓Αχαὰβ ἐποιήσατο. καὶ ̓Οχοζίαν δὲ φεύγοντα ἐτόξευσεν ̓Ιηού, καὶ ἐκ τῆς πληγῆς μετὰ μικρὸν ἐτελεύτησεν, ενα βασιλεύσας ἐνιαυτόν. ̓Ιεζάβελ δ' ἐκ τοῦ πύργου προκύπτουσα, κεκαλλωπισμένη πρὸς τὸ ἐπαγωγότερον, "ἀγαθός" ειπε "δοῦλος ος τὸν δεσπότην ἀνεῖλεν." ̓Ιηοὺ δὲ ανωθεν αὐτὴν ῥῖψαι τοῖς εὐνούχοις προσέταξε. καὶ καταφερομένης αὐτῆς περιερράνθη τὸ τεῖχος τῷ αιματι· ἡ δὲ τέθνηκεν. ̓Ιηοὺ δὲ 1.154 ταφῆναι αὐτὴν προστάξαντος διὰ τὸ γένος αὐτῆς τὸ βασίλειον, οἱ προσταγέντες οὐδὲν ευρον ἐκ τοῦ σώματος αὐτῆς η μόνα ὀστᾶ· ὑπὸ γὰρ κυνῶν διεσπάρακτο, ὡς ̓Ηλιοὺ προεφήτευσεν. Ησαν δ' ἐν Σαμαρείᾳ τῷ ̓Αχαὰβ υἱοὶ ἑβδομήκοντα. ἐπέστειλεν ουν ̓Ιηοὺ τοῖς αρχουσι Σαμαρείας καὶ τοῖς παιδαγωγοῖς τῶν υἱῶν ̓Αχαάβ, δηλῶν τὸν κρείττω τούτων βασιλεῦσαι αὐτούς. πειρώμενος δὲ τῶν ἀνδρῶν εγραψε ταῦτα. οἱ δὲ αὐτὸν εχειν δεσπότην ἀντέγραψαν. καὶ αυθις ἐπέστειλεν ̓Ιηού, εἰ δουλείαν ὁμολογοῦσιν αὐτῷ, τὰς κεφαλὰς πάντων τῶν παίδων τοῦ ̓Αχαὰβ κομίσειν αὐτῷ. κἀκεῖνοι τὸ ἐπιταχθὲν πεποιήκασιν. ὁ δὲ πρὸ τῆς πύλης τῆς πόλεως τεθῆναι τὰς κεφαλὰς ἐν δυσὶ τόποις ἐκέλευσε. καὶ τούτου γενομένου προελθών "ἐγὼ μὲν" ειπε "τὸν βασιλέα ἀνῄρηκα, ουτοι δὲ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου ἀπώλοντο·" καὶ πάντας δὲ τοὺς συγγενεῖς ̓Αχαὰβ ἐρευνήσας ἀπέκτεινεν ̓Ιηού. ἀπιόντι δὲ αὐτῷ εἰς Σαμάρειαν συναντᾷ ̓Ιωναδάβ, καὶ προσειπὼν εὐλόγησεν αὐτὸν οτι ἐξωλόθρευσε τὸ γένος τοῦ ̓Αχαάβ. Ειτα ινα μή τις λάθῃ τῶν ψευδοπροφητῶν καὶ τῶν ἱερέων τοῦ Βάαλ, θυσίαν ἐκήρυξε μέλλειν θῦσαι πολυτελῆ, καὶ πάντας τοὺς ἱερεῖς τοῦ Βάαλ καὶ τοὺς προφήτας παρεῖναι ἐκέλευσεν· εἰ δέ τις μὴ παρείη, θάνατον ειναί οἱ εφη τὸ ἐπιτίμιον. ἀθροισθεῖσι δὲ ἐνδύματα δούς, καὶ μετ' αὐτῶν εἰς τὸν οικον ἀπελθὼν τοῦ Βάαλ, μή τινα αὐτοῖς ετερον ἀναμεμῖχθαι προσέταξεν. τῶν δὲ μηδένα παρεῖναι φησάντων ετερον, στρατιώτας περιέστησεν εξω, κελεύσας ἀποκτεῖναι τοὺς ενδον. οι ἐκείνους τε πάντας ἀνεῖλον καὶ τὸν οικον τοῦ Βάαλ ἐνέπρησαν καὶ τὴν στήλην αὐτοῦ· τὰς δὲ χρυσᾶς δαμάλεις οὐ περι1.155 εῖλεν. ὁ δὲ θεὸς αὐτῷ ἐπηγγείλατο τὸν οικον ἐξαφανίσαντι ̓Αχαὰβ ἐπὶ τετάρτην γενεὰν τῶν παίδων αὐτοῦ διαρκέσειν τὴν βασιλείαν. Ουτω μὲν ουν τὸ γένος ἐξωλοθρεύθη τοῦ ̓Αχαάβ· ἡ δὲ θυγάτηρ ἐκείνου Γοθολία, η ̓Οχοζίᾳ συνῴκει τῷ τῆς ̔Ιερουσαλὴμ βασιλεῖ, θανόντος ἐκείνου τῆς βασιλείας ̓Ιούδα ἐγκρατὴς ουσα, σπούδασμα εθετο καὶ αὐτὴ τὸ γένος ἐξολοθρεῦσαι τὸ τοῦ ∆αβίδ. καὶ χωρὶς ἑνὸς