61
θυμοῦ πληρωθεὶς εφη·- σημαίνει δὲ καὶ τὴν ἀποκήρυξιν. ̓Αποῤῥοῆσ. σταγόνος. Απορος χώρα. ἀντὶ τοῦ ἀπόρευτος. ̓Αποσκευή. ἡ τῶν ἐπιτηδείων κομιδή. τὸ παρ' ἡμῖν λεγόμενον τοῦλδον. τὰ σαγμάρια. συνέταξε δὲ τούτοις καὶ τὴν ἀποσκευήν. ̓Αποστολαί. δῶρα, ἀποπέμψεις. ̓Αποστολικὴ πολιτεία. τουτέστιν ὀφθαλμῶν ἀκρίβεια, γλώσσης ἐγκράτεια καὶ τὰ ομοια. ̓Αποστροφή. ἀντὶ τοῦ καταστροφή. ̓Απόταξισ. τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν ὡρισμένον φόρον. ουτως ̓Αντιφῶν. alpha.245 ̓Απροτίμαστοσ. αψαυστος η αθικτος, ἡ μὴ ἐπιζητηθεῖσα πρὸς μίξιν. παρὰ τὸ μάω, *μῶ,* τὸ ζητῶ, η παρὰ τὸ μαστεύω, ο σημαίνει τὸ ζητῶ. ̓Απτήν. ἡ μηδέποτε πτᾶσα, ἡ μὴ πετομένη. καὶ κλίνεται ἀπτῆνος. παρὰ τὸ πέτω πετὴν καὶ ἀπτὴν, ἡ μὴ ιπτασθαι δυναμένη διὰ σμικρότητα. Απρωσ. θηλυκόν· πόλις δέ ἐστι Θρᾴκης. ὁ πολίτης ̓Απραῖος. ἐγὼ δέ φημι ̓Απρηνὸς, καὶ τὸ Απρως μηκιστογραφῶ, ὡς τὸ Αθως. ̓Απρόσκλητοσ. ἡ μὴ τυχοῦσα τῶν καλουμένων κλητόρων κατὰ τὸν νόμον. ̓Απότριψισ. μέλλησις· ἀπάγγελσις· ἀγώνισις, προάγγελσις· τέκμαρσις, κάθεξις. ̓Απουρία. ἡ ἐξ ἀνίσων γάμων σπορὰ, οιον ἀπὸ δούλης η ἀπὸ δούλου. ̓Απόφασισ. ∆ημοσθένης. τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος, ὁπόσην οὐσίαν εχει, οπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται. καλεῖται δὲ αὐτὸ καὶ ἀπογραφή. ̓Απραγμοσύνη. ἡ καταφρόνησις, ἡ ἀμέλεια. ὁ δὲ ̓Ιουστινιανὸς αδικον αὐτῶν ἀπεκάλει τὴν ἐς κουτριγούρους ἀπραγμοσύνην. καὶ ἀπραγμοσύνη, ειδος ανθους. μίλακος οζων καὶ ἀπραγμοσύνης. alpha.246 ̓Αποίκησισ. ἡ μετοίκησις. ̓Απφά. ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα. ̓Απανάστασισ. ἀποικία, μετανάστασις. ̓Απέχθεια. μῖσος. ̓Απέλεθρον. ἀμέτρητον καὶ πολλὴν δύναμιν· πέλεθρον γὰρ καὶ πλέθρον μέτρον γῆς. ̓Απειλή. ἡ μετ' ὀργῆς ἐπίπληξις. παρὰ τὸ αποθεν ειναι ἐλέους, η παρὰ τὸ ἀπείλλειν, ο ἐστιν ἀπείργειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράττειν ἀπείργει. η παρὰ τὴν ἀπὸ καὶ τοῦ εἰλῶ, ἡ ἀποκλείουσα τῶν δεόντων. εστι γὰρ ἀπειλὴ λόγος συστρέφων τὸ δέον, η λόγος ἀπείργων τῶν ἁμαρτημάτων. σημαίνει δὲ τρία· τὸ καυχῶμαι, ὡς τό· -ποτ' ἀπειλήσει- ἐπὶ δὲ εὐχῆς· -οὐδ' ἠπείλησεν ανακτι- ἐπὶ δὲ ὀργῆς· -αιψα δ' ἀναστὰς ἠπείλησε μῦθον- τὸ δὲ ευχομαι, παρὰ τὸ ἀπέλλας, τὰς φιάλας, δι' ων σπένδοντες. εὐχόμεθα. τὰ εἰς ˉη λήγοντα θηλυκὰ, παραλήγοντα ἑνὶ τῶν δασέων η ψιλῶν, η εν τινι τῶν μέσων, οὐδέποτε τῇ ˉεˉι διφθόγγῳ παραλήγουσι, πλὴν τοῦ πείνη, ὠτειλὴ, ὀφειλὴ καὶ ἀπειλή. alpha.247 ̓Απήνη. ἡ αμαξα. παρὰ τὸ ανω τὸ ἀνύω, ανη καὶ ἀπάνη, καὶ τροπῇ τοῦ ˉα εἰς ˉη ἀπήνη. Απυστοσ. ὁ ἀνήκουστος. ἀπὸ τοῦ πεύθω, πευστὸς καὶ απυστος. ̓Απαισόσ. πόλις κατὰ τὴν Τρωάδα. λέγουσι καὶ δίχα τοῦ ˉα. ος ῥ' ἐνὶ Παισῷ. ὁ πολίτης ̓Απαισηνὸς καὶ Παίσιος. ̓Απάμεια. πόλις Συρίας. ἀπὸ τῆς ̓Απύνας, τῆς Σελεύκου μητρός. ὁ πολίτης ̓Απαμεύς. ̓Απαιόλη. ἀπατητική. ̓Αποφοίτησισ. χωρισμὸς η ἀναχώρησις. ̓Αποῤῥοή. ἡ ἀπὸ σταγόνος τινὸς ῥέουσα. ̓Απόμοιρα. μερὶς, κλῆρος. ̓Απογραφή. ἡ ἀρίθμησις. ̓Απραγμάτευτοσ. ἡ μηδένα κόπον εχουσα, ἡ ἀπολυπραγμόνητος. ̓Απαρτία. ὁ κατὰ τὸν οικον κόσμος, ητοι τὰ λεγόμενα επιπλα. εστι καὶ ἀπαρτῶ, παράγωγον ἀπαρτίζω· τὸ ἀρτίως ο ἐστιν εὐαρμόστως συμπληρῶ. * ̓Απηνή. ἡ ἀναιδὴς, καὶ ἀπάνθρωπος, καὶ ἀσεβής.* alpha.248 ̓Απαρκτίαισ. ταῖς ἀπὸ τῆς αρκτου πνοαῖς. καὶ ἀπαρκτίας ανεμος, ὁ ἀπὸ τῆς αρκτου πνέων. ̓Απάγεια. ἡ μήπω συμπαγεῖσα. ̓Απίησ. ξένης. -ἐξ ἀπίης γαίης-. ̓Αποσφήλωσισ. ἡ ἀποπληξία. ̓Απεμπολὴ καὶ ἀπεμπόλησισ. ἡ μετὰ ἀπάτης πρᾶσις καὶ ἐμπορία. ̓Αποπληξία. τὸ μετὰ ἀναισθησίας καὶ παρέσεως πάθος. ̓Απαγωγάσ. αἰχμαλωσίας. ̓Απανθρωπία. ἡ κακία. οταν γάρ τις μὴ κατὰ ανθρωπον ποιῇ, τοῦτο ἀπανθρωπία. ̓Αποκαραδοκία. προσδοκία, ἐλπίς. ̓Απάθεια τοῦ νοῦ. ἀπὸ τῆς κτίσεως ἀποδημία. ̓Απαράτρωτοσ. ἀπαρασάλευτος. ̓Απὸ κοπρίασ. ἀπὸ πειρασμοῦ. ̓Αποκοπή. ἡ ἐκ τοῦ τέλους αρσις. οιον· κυκεῶνα, κυκεῶ· ἱδρῶτα, ἱδρῶ. ̓Απήχησισ. ὁ ηχος καὶ ἡ προφορὰ καὶ ἡ ἐκφώνησις. alpha.249 ̓Απόστροφοσ. σημεῖον ἐκθλίψεως φωνήεντος *η φωνηέντων,* οιον· ως εφατ' εὐχόμενος- ἀπόστροφος δὲ