Τοῦ ἁγίου Ἰουστίνου Φιλοσόφου καὶ Μάρτυρος πρὸς Τρύφωνα
καὶ ἀντιλέγοντα, καὶ ὅταν λέγῃ· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ
δημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεός, τοῦτό μου ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ μὴ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκει, καινὰ ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν. Ὑμνήσατε τῷ θεῷ ὕμνον καινόν· ἀρχὴ αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες τὴν θάλασσαν καὶ πλέοντες ἀεί, νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. εὐφράνθητι ἔρημος καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδὰρ εὐφρανθήσονται, καὶ οἱ κατοικοῦντες πέτραν ἀπ' ἄκρου τῶν ὀρέων βοήσονται. δώσουσι τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι. Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται, συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς μετ' ἰσχύος. καὶ ταῦτα εἰπὼν ἔφην πρὸς αὐτούς· Νενοήκατε, ὦ φίλοι, ὅτι ὁ θεὸς λέγει δώσειν τούτῳ, ὃν εἰς φῶς ἐθνῶν κατέστησε, δόξαν καὶ οὐκ ἄλλῳ τινί, ἀλλ' οὐχ, ὡς ἔφη Τρύφων, ὡς ἑαυτῷ κατέχοντος τοῦ θεοῦ τὴν δόξαν; Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Νενοήκαμεν καὶ τοῦτο· πέραινε τοιγαροῦν καὶ τὰ ἐπίλοιπα τοῦ λόγου. Κἀγὼ πάλιν ἀναλαβὼν τὸν λόγον, ὁπόθεν τὴν ἀρ χὴν ἐπεπαύμην ἀποδεικνύων ὅτι ἐκ παρθένου γεννητὸς καὶ διὰ παρθένου γεννηθῆναι αὐτὸν διὰ Ἠσαίου ἐπεπροφήτευτο, καὶ αὐτὴν τὴν προφητείαν πάλιν ἔλεγον. ἔστι δὲ αὕτη· Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων· Aἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ· Oὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν Ἠσαίας· Ἀκούσατε δή, οἶκος ∆αυείδ. μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. βούτυρον καὶ μέλι φάγεται. πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον κακὸν ἢ ἀγαθόν, ἀπειθεῖ πονηρὰ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. καὶ καταληφθήσεται ἡ γῆ. σκληρῶς οἴσεις ἀπὸ προσώπου τῶν δύο βασιλέων. ἀλλ' ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀπὸ τῆς ἡμέρας ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα Ἀσσυρίων. καὶ ἐπέφερον· Ὅτι μὲν οὖν ἐν τῷ γένει τῷ κατὰ σάρκα Ἀβραὰμ οὐδεὶς οὐδέποτε ἀπὸ παρθένου γεγέννηται οὐδὲ λέλεκται γεγεννη μένος ἀλλ' ἢ οὗτος ὁ ἡμέτερος Χριστός, πᾶσι φανερόν ἐστι. Καὶ ὁ Τρύφων ἀπεκρίνατο· Ἡ γραφὴ οὐκ ἔχει·