καὶ παιδεύεσθαι δι' αὐτῶν, ἀγαθὴ ἄρα ἡ εἰς τὸ εἶναι αὐτῶν πάροδος καὶ ἀδιάβλητος ἐπὶ φαυλότητι φύσεώς τε καὶ τῆς ἐξ αὐτῶν χρείας. Eἰ δὲ τοῦτο, δῆλον ὅτι ἑνὸς δημιουργοῦ ἀγαθοῦ ἐστι πάντα τὰ ἄλογα ζῶα δημιουργήματα. Ἐρώτησις ρκη. Eἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώ πων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργάζεται, μη χανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλλειν κολάσεσι, τὰ ἄλογα δὲ μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς μέλλουσι κομίζεσθαι μέλλοντα, καὶ διὰ τοῦτο ἀπολέμητον ἔχοντα τὴν φαυλότητα, πῶς οὐ μόνῃ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται; Ἀπόκρισις. Τὸ ἐπὶ φαυλότητι πράξεως διαβάλλειν τῶν ἀλόγων τὰς φύσεις οὐκ ἔστιν εὔλογον. Τῶν γὰρ λόγου μετεχόντων ἐστὶ τὸ ἀγαθῶς ἢ φαύλως διαπράξασθαι, οὐχὶ τῶν λόγου ἀμετόχων. Καὶ ἐπειδὴ διὰ τὴν προλεχθεῖσαν χρείαν γέγονε τῶν ἀλόγων ἡ φύσις, διὰ τοῦτο δῆλον ὅτι, ἀγαθῆς οὔσης τῆς χρείας, ἀγα θόν ἐστι καὶ ἡ φύσις. Ἐρώτησις ρκθ. Eἰ ἁπλοῦν μὲν τὸ καθ' ἑαυτό, ὡς ἐπὶ τῶν κατὰ τὰ γράμ ματα στοιχείων, οἷον ἰῶτα, σύνθετον δὲ τὸ μεθ' ἑτέρου, οἷον πῖ, καὶ τῷ τῆς αὐτῆς εἶναι οὐσίας ἀμφότερα, τό τε ἰῶτα καὶ τὸ ἐκ τριῶν ἰῶτα συγκείμενον, οὐκ ἀφαιρεῖται τὸ ἐξ ἀμφοτέ ρου συγκειμένου σύνθετον, πῶς ὁ θεὸς ἀσύνθετος λέγεται, τὴν ἐκ δύο προσώπων ὁμοουσίων νοουμένων, πατρὸς λέγω καὶ υἱοῦ, καὶ ἑνὸς προσώπου ἰδιαζούσης οὐσίας ἐκ τοῦ προχείρου ὑπόνοιαν διδόντος, τοῦ πνεύματός φημι τοῦ ἁγίου, τὴν σύν θεσιν ἔχων, καὶ εἷς καλεῖται καὶ ἀπερίγραπτος, τοσαύτης καὶ τοιαύτης οὔσης τῆς τῶν ὑποστάσεων αὐτοῦ, εἴτουν τῶν προσ ώπων, διακρίσεως καὶ διαιρέσεως; Ἀπόκρισις. Τὸ ἰῶτα καὶ τὸ πῖ κατ' οὐσίαν ἀλλήλων οὐδὲν διαφέ ρουσι. Γραμμὴ γὰρ ὑπάρχει ἑκάτερον. Γραμμὴ δὲ γραμμῆς, ᾗ γραμμή, οὐδὲν διαφέρει. ∆ιαφέρει δὲ τὸ ἰῶτα τοῦ πῖ τῇ τοιᾷδε θέσει, καθ' ἣν τοῦτο μὲν ἰῶτα, τοῦτο δὲ πῖ ὑπάρχει. Καὶ τὸ μὲν πῖ, ᾗ γραμμή ἐστιν, ἕν ἐστιν· ᾗ δὲ πῖ ἐστι, τριάς ἐστι, καὶ σύνθετον καὶ γενητόν. Κατὰ μέρος γὰρ καὶ χρονικῇ παρατάσει τὸ εἶναι πῖ ὑπέστη ὑπὸ τοῦ συμβεβληκότος καὶ πεποιηκότος αὐτό. Χρὴ οὖν τὸν κατά τινα φυσικὴν ἀναλο γίαν θεωρεῖν πειρώμενον τὸν ὑπὲρ φύσιν ὄντα ἐκεῖνα μόνα λαβεῖν ἐκ τῆς ἀναλογίας τὰ ἁρμόττοντα τῷ ἐκ τῆς ἀναλογίας θεωρουμένῳ· οἷον τὸ ἓν καὶ τὸ τρεῖς πρόσεστι τῷ πῖ καὶ τῷ θεῷ, ἀλλὰ τῷ μὲν πῖ γενητῶς καὶ συνθέτως, τῷ δὲ θεῷ ἀγε νήτως τε καὶ ἀσυνθέτως· ὁ γὰρ μὴ ἔχων τὸν πεποιηκότα καὶ συντεθεικότα οὔτε γενητός ἐστιν οὔτε σύνθετος. ∆ιὸ ἐπὶ μὲν τοῦ θεοῦ τὴν ἀΐδιον λέγομεν συνύπαρξιν, οὐκέτι δὲ καὶ σύν θεσιν, ἐπὶ δὲ τοῦ πῖ τὴν σύνθεσιν, διὰ τὴν κατὰ μέρος αὐτοῦ γένεσιν. Eἷς τοίνυν ἐστὶν ὁ θεός, ἡ τριὰς τῇ μονάδι τῆς οὐ