ἐπεραιώθη. μέγιστος δὲ οὗτος τῶν τὴν Ἀσίαν διατεμνόντων 161 ποταμῶν, καὶ εἷς τῶν ἐκ τῆς Ἐδὲμ ὁρμωμένων, ὡς ἐκ τῆς θείας γραφῆς μεμαθήκαμεν. ἐνταῦθά τις ἐν ὑπογραφεῦσι τελῶν, Νικήτας ὀνομαζόμενος, εἰς ἄκρον γνώσεως ἐληλακὼς καὶ συνέσεως, ἄγων αὐτὸ τῆς ἡλικίας βιώσιμον, τῷ βασιλεῖ κατὰ ταύτην δυστυχῶς τὴν ἐκστρατείαν συνείπετο, πολλὰ τοῦ φύντος μὴ τοῦτο πράττειν προσλιπαροῦντος, οἰκουρεῖν δὲ μᾶλλον καὶ γηροτροφεῖν τὸν τεκόντα προσέποντος, καὶ αὐτὸν θεραπεύειν εἰς δύναμιν, περὶ γήραος ἐληλακότα οὐδῷ, καὶ πρὸς τὰς τοῦ βίου ὅσον οὔπω δυσμὰς ἐπειγόμενον. ὁ δὲ, τῶν τοῦ πατρὸς ἐντολῶν ὡς οὐκ ὤφελεν ἀλογήσας, καὶ παρὰ φαῦλον ἐπισκήψεις τὰς ἐκείνου θέμενος, ὡς εἶχεν ἐνσκευασάμενος ᾔει πρὸς τὸ στρατόπεδον. ἄρτι δὲ τὸν ποταμὸν περαιούμενος πρὸς τὴν πληθώραν ἰλιγγιάσας τοῦ ὕδατος, τοῦ ἵππου ἐξολισθήσας ἐπὶ τὸν ποταμὸν καταφέρεται, τῷ τε ῥοθίῳ παρασυρεὶς, ἐλεεινῶς ἀποπνίγεται, ἐπίχειρα τῆς παρακοῆς τὴν ἐν τῷ Εὐφράτῃ ἀπενεγκάμενος πνιγμονήν. ὁ δὲ βασιλεὺς σὺν παντὶ τῷ στρατεύματι Συρίαν κατέτρεχεν, οὐδενὸς αὐτῷ ἀντιπάλου ἀντικαθισταμένου τῶν δυσμενῶν, τῇ φήμῃ τῆς ἐφόδου πάντων καταπλαγέντων καὶ συγκλεισθέντων ἐπὶ τὰ σφῶν φρούριά τε καὶ πτολίσματα. καὶ δῆτα τὸ Ἔμετ (πόλις δὲ αὕτη ὀχυρὰ καὶ περιφανής) καταλαβὼν καὶ λόγῳ ὑποποιησάμενος, καὶ λύτρα λαβὼν ἀριθμὸν ὑπερβαίνοντα, ἐκεῖθεν ὁρμηθεὶς πρὸς τὸ Μιεφαρκὶμ ἠπείγετο. ἄστυ δὲ τοῦτο περιφανὲς καὶ περίβλεπτον, πλούτῳ τε καὶ βοσκήμασι τῶν ἄλλων ὑπερτεροῦν τῶν κατὰ τὸν αὐτὸν χῶρον πεπο 162 λισμένων. καὶ αὐτὸ δὲ λόγῳ παραστησάμενος, καὶ πλεῖστα καὶ κάλλιστα δῶρα ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χρυσοστίκτοις ὑφάσμασιν ἐταζόμενα πρὸς τῶν ἐν αὐτῷ κατοίκων ἐνειληφώς, ἐπὶ τὴν Νίσιβιν ἴεται· καθ' ἣν ὁ μέγας Ἰάκωβος, τῶν τῆς ἐπισκοπῆς οἰάκων ἐπειλημμένος, Πέρσαις μεγάλῳ στρατῷ ἐπελθοῦσι κατὰ τῆς Νισίβεως ἠμύνατο, σκνιπῶν αὐτοῖς καὶ κωνώπων σμήνη ἀντιστρατεύσας, καὶ φυγάδας παρασκευάσας ἐξαυτῆς, καὶ τούτῳ τῷ τρόπῳ τοὺς δυσμενεῖς καταγωνισάμενος. ἣν καὶ ἀοίκητον εὗρεν ὁ βασιλεὺς, τῶν ταύτην οἰκούντων δέει τῆς Ῥωμαϊκῆς ἐκστρατείας μεταναστάντων, καὶ φυγαδείᾳ χρησαμένων πρὸς τὰ ἐνδότερα. βʹ. Καταδραμὼν οὖν τὴν περίχωρον, καὶ ὑπόσπονδον Ῥωμαίοις ταύτην θέμενος, ἠπείγετο καὶ μέχρις Ἐκβατάνων ἀφικέσθαι, ἵνα τὰ τῶν Ἀγαρηνῶν τυραννεῖα καθέστηκεν, ἀμύθητον ἄργυρον καὶ χρυσὸν καὶ πλοῦτον παντοδαπὸν ἔνδον κατέχοντα, ἐξ ἐπιδρομῆς καὶ ταῦτα ἑλεῖν προθυμούμενος. λέγεται γὰρ τῶν ἄλλων πόλεων μᾶλλον, ὅσαι τελοῦσιν ὑπὸ τὸν ἥλιον, πολύολβον καὶ πολύχρυσον τὴν Ἐκβατάνων πολιτείαν τελεῖν. αἴτιον δὲ τὸ ἐκ πολλῶν μὲν χώρων αὐτὴν χρηματίζεσθαι, μηδεμίαν δὲ προτοῦ τῶν δυσμενῶν ὑπομένειν καταδρομήν. ἀλλὰ γὰρ ἐπέσχε τὴν τούτου ὁρμὴν ἥ, τε λειψυδρία τῶν τόπων, καὶ ἡ σπάνις τῶν ἀναγκαίων. ἡ γὰρ ἐπιλεγομένη Καρμανῖτις ἔρημος διὰ τῶν ἐκεῖσε χωρίων διήκει, τραχεῖαν καὶ ἀνάντη προβαλλομένη ὁδὸν, καὶ μήτε ὕδωρ βλυστάνουσα, μήτε βοτάνην ἀνα 163 βλαστάνουσα, ψαφαρά τις οὖσα καὶ ἄνικμος. διὰ ταῦτα πρὸς τῶν Ἀγαρηνῶν αὑτῷ προσαχθέντα δῶρα ἐνσκευασάμενος, ἐν μυριάσι τριακοσίαις ἀργύρου καὶ χρυσοῦ ἀριθμούμενα, εἰς τὸ Βυζάντιον ἐπανέζευξε, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὰ ἐκ Σηρῶν ὑφάσματα καὶ ἀρώματα, καὶ ὅσα πρὸς τῶν Ἀγαρηνῶν ἀνείληφε δῶρα, διὰ τῆς ἀγορᾶς ἐθριάμβευσε, τῶν ἀστικῶν θεωμένων καὶ τὸ πλῆθος αὐτῶν θαυμαζόντων, φιλοτίμως τε τοῦτον ὑποδεχομένων, καὶ σὺν εὐφημίαις προπεμπόντων εἰς τὰ βασίλεια, τοῖς τοιούτοις τροπαίοις κλεϊζόμενον. τηνικαῦτα καὶ ὁ πατριάρχης Βασίλειος, φθόνῳ τῶν ἐπισκόπων διαβληθεὶς πρὸς τὸν