καὶ οὕτω τὴν Πλατωνικὴν γνώμην ἐφερμηνεύοντες, οὔ μοι δὲ δοκοῦσι κατειληφέναι τῆς ἐκείνου δόξης τὸ ἀκριβές. ἐγὼ δὲ εἴ τι πλέον σοι τῶν εἰρημένων ἐξακριβώσομαι, οὐ <τὸ> δοκοῦν ἐμοὶ ἐπέξειμί σοι, ἀλλ' ὥσπερ τῆς ψυχῆς τοῦ πρώτως εἰρηκότος καταμαντευόμενος ἀκριβεστέραν παρὰ τοὺς ἄλλους ποιοῦμαι τὴν ἐπεξήγησιν. Ὁ γάρ τοι Πλάτων τὰς ἐνταῦθα μορφὰς τῶν σωμάτων ἐπικτήτους εἶναι <ἔφη>. τοῦτο καλῶς οἰηθεὶς ἐζήτησε, τίς ὁ παραγαγὼν καὶ τοῖς ὑποκειμένοις ἐντυπωσάμενος. οἷον ὥσπερ ἐπὶ τῶν τεχνητῶν εἰδῶν τὸ τῆς κλίνης εἶδος ἐπίκτητον ἡγησάμενος εὗρεν, ὅτι τὸ μὲν ἡ τέχνη, τὸ δὲ ὁ τεχνίτης τῇ κλίνῃ ἐντέθεικε καὶ ὅτι ἡ τέχνη παρὰ τῆς ψυχῆς τοὺς λόγους εὕρατο, ἡ δὲ ψυχὴ οὐκ ἀφ' ἑαυτῆς, ἀλλὰ καὶ αὐτὴ παρ' ἑτέρου τινός, οὕτω δὴ καὶ ἐπὶ τῶν φυσικῶν τὰ μὲν ἡ φύσις προσεχῶς εἰδοποίησε, τὰ δὲ ἡ ψυχὴ τῇ φύσει τοὺς λόγους ἐνδοῦσα, τὰ δὲ ὁ νοῦς τῇ ψυχῇ πρῶτος χορηγήσας τοῦ εἴδους τὰς ἀφορμάς. καὶ οὐ χρὴ περαιτέρω προϊέναι, ἵνα 113 μὴ ἀρχῶν ἀρχὰς ζητῶμεν ἐπ' ἄπειρον. τὸ γὰρ ἐπὶ τοῦ σώματος εἶδος οὐχ οἷον αὐτὸ τὸ εἶδος τὸ νοητόν, ἀλλ' ἐπίκτητον καὶ παρ' ἄλλου ἐφῆκον τῷ σώματι· ὅθεν καὶ εἰς εὐμορφίαν μεθίσταται καὶ τελευταῖον εἰς τὸ ἀνείδεον. οὔκουν καθαρὸν εἶδος τὸ ἐπὶ τοῦ σώματος· οὐ γὰρ ἂν μετέβαλλεν οὐδ' εἰς τὸ ἐναντίον μεθίστατο. ἀλλ' οὐδὲ ἡ ψυχὴ αὐτὸ τοῦτο εἶδος καὶ μηδὲν ἕτερον· ἦν γὰρ ἂν πᾶσα ψυχὴ χρῆμά τι σταθηρὸν καὶ μὴ μεταβαλλόμενον· ὁρῶμεν δ' ἐνίας εἰς τὸ ἄνουν μεταβαλλομένας. ἄλλο οὖν παρὰ ταύτας τὸ ἀμετάθετον εἶδος καὶ καθαρώτατον. Τί ποτε οὖν τοῦτο ἢ ὁ ἄυλος καὶ δημιουργικὸς νοῦς; διττὸς γὰρ ὁ νοῦς, ὁ μὲν οἷον τὸ τῆς ψυχῆς εἶδος ἐξ ἀιδίου ταύτην εἰδοποιοῦν, ὁ δὲ ὁ παντάπασι χωριστὸς καὶ τῶν ἄλλων νόων ὑπερκείμενος, ὃς ὁμοῦ καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν νοῦς ἐστι καθαρός, ἐν προθύροις ἐκκείμενος τἀγαθοῦ καὶ αὐτὸς ὢν τὸ νοητὸν κάλλος. οὗτος τοιγαροῦν καὶ τὰ πρῶτά ἐστι καὶ πρῶτος αὐτὰ ἐνόησεν οὐκ ἄλλος ὢν παρ' ἐκεῖνα. αἱ οὖν ἰδέαι αἱ πρῶται ἐκείνου ἔννοιαι καὶ ἁπλαῖ τῶν ὄντων ὑπάρξεις. καὶ ἅπερ αὐτός ἐστιν ὁ πρῶτος ἐνθυμηθείς, ταῦτα καὶ τὰ κυρίως ὄντα ἐκεῖνα τὰ ἐνθυμήματα· αὐτὰ γὰρ ἑαυτῶν εἰσι καὶ οὐκ ἄλλων γεγόνασι, τὰ δὲ δεύτερα εἴδη καὶ τρίτα ἐκείνων μορφώματα καὶ τυπώματα. καὶ τρόπον μέν τινα τὸ αὐτό εἰσιν ὄντα καὶ ἰδέαι· ἡ γὰρ ἐκεῖσε ἰδέα αὐτὸ δὴ τὸ πρώτως ὂν καὶ κυρίως καὶ ἀρχέτυπον ὄν, ἰδέα δημιουργική. δοκεῖ δὲ τὰ ὄντα πρῶτα τῶν ἰδεῶν εἶναι. μερίζομεν γὰρ ἡμεῖς ταῦτα καὶ ὡς ἐκκείμενα τῷ νῷ παρὰ τοῦ ἀγαθοῦ ἀναδείκνυμεν διὰ τῆς τοῦ νοητοῦ ποιήσεως· τὰ μὲν γὰρ αἰσθητὰ μεθέξει ἐστίν, ἃ λέγεται τῆς ὑποκειμένης φύσεως μορφὴν ἰσχούσης ἄνωθεν, διὰ εἰδώλου τῆς τέχνης εἰς αὐτὰ εἰσιούσης, τῆς τέχνης αὐτῆς ἔξω ὕλης ἐν ταυτότητι μενούσης καὶ τὸν ἀληθῆ ἀνδριάντα ἐχούσης. ὁ δὲ νοῦς αὐτά ἐστι τὰ ὄντα καὶ πάντα ἐν αὑτῷ οὐχ ὡς ἐν τόπῳ, ἀλλ' ὡς αὐτὸς ἔχων· καὶ πάντα ὁμοῦ ἐκεῖ καὶ οὐδὲν ἧττον διακεκριμένα καὶ αὖ οὐχ ὁμοῦ, ὅτι ἕκαστον δύναμις ἰδία. εἰκόνα δὲ φέρουσι τοῦ λόγου αἱ τῶν 114 σπερμάτων δυνάμεις· ἐν γὰρ τῷ ὅλῳ ἀδιάκριτα πάντα καὶ ὥσπερ ἐν ἑνὶ κέντρῳ. καὶ ψυχὴ μὲν ἐπιβάλλει ὡς οὐκ ἔχουσα ἢ ἐπικτᾶται ἢ διεξοδεύει, ὁ δὲ νοῦς ἕστηκεν ἐν ἑαυτῷ ὁμοῦ πάντα ὤν. καὶ ὅλος μὲν ὁ νοῦς πάντα τὰ εἴδη, ἕκαστον δὲ εἶδος νοῦς ἕκαστος, ὡς ἡ ὅλη ἐπιστήμη τὰ πάντα θεωρήματα, ἕκαστον δὲ μέρος τῆς ὅλης, οὐχ ὡς διακεκριμένον τόπῳ, ἔχον δὲ δύναμιν ἕκαστον ἐν τῷ ὅλῳ. προεπινοεῖν δὲ δεῖ τοῦ νοῦ τὸ ὄν, ὅτι δεῖ τίθεσθαι ἐν νῷ νοοῦντι τὰ ὄντα, μία δὲ ἀμφοῖν ἡ ἐνέργεια. ἕτερος δὲ ὁ μερίζων νοῦς· ὁ δὲ ἀμέριστος καὶ μὴ μερίζων τὸ ἓν καὶ τὰ πάντα. Ἀναγκαῖον δὲ ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶναι, καὶ κόσμον νοητὸν τοῦτον ὑπολαβεῖν τὸν νοῦν παράδειγμα τοῦ ὁρατοῦ. ὡς γὰρ ὄντος λόγου ζῴου τινός, οὔσης δὲ καὶ ὕλης τῆς τὸν λόγον σπερματικὸν δεξαμένης, ἀνάγκη ζῷον γενέσθαι, τὸν αὐτὸν τρόπον καὶ φύσεως νοερᾶς καὶ παντοδυνάμου οὔσης