ἅμιλλα, λαμπροτέρα δὲ ἡ τοῦ Ἐλπιδίου νίκη, καὶ ἀπῆλθεν ὅλαις ψήφοις τοῦ βεστάρχου κεκρατηκὼς καὶ τὴν ἐσχάτην ἀμαθίαν ἀναδησάμενος. Ταῦτα ἠνία μὲν τὸν βεστάρχην. καὶ πῶς γὰρ οὔ; καὶ τὰς παλαμναιοτάτας ἀρὰς πολλάκις τῷ μνήστορι κατηράσατο· οὐ κατηνάγκασε δὲ εὐθὺς διάλυσιν τῆς μνηστείας ποιήσασθαι, διδόντα τι καὶ τῷ μέλλοντι χρόνῳ καὶ τὴν παρ' ἐκείνου ῥοπὴν ἀναμένοντα. ἐπεὶ δὲ καὶ οὗτος ἧκεν οὐ μεταβάλλων τὴν τοῦ Ἐλπιδίου ψυχήν, ἀλλ' ἐπαυξάνων τὸ πρὸς μὲν τὴν παίδευσιν ἐθελόκωφον, πρὸς δὲ τὸν ἐκ διαμέτρου ταύτῃ βίον ἐπιτατικόν τε καὶ σύντονον, ἀπογνωστέα μὲν τὰ πρὸς τοῦτο φέροντα τῷ βεστάρχῃ ἐδόκει, ἐφ' ἑτέραν δὲ αὐτὸν ἡνίαν ἐρρύθμιζε, γελοιαστῶν μὲν καὶ μίμων ἀπέχεσθαι, σωφρονεστάτοις δὲ ἀνδράσι προσομιλεῖν καὶ παρ' ὧν ἄν τις πρὸς σεμνότητα ὄναιτο. τῷ δὲ καὶ πρὸς ταῦτα ἐξεκώφει τὰ ὦτα, καὶ οὐδὲν ὅτι μὴ τὰ τῆς ψυχῆς ἐπλήρου βουλεύματα. ὁ δὲ βεστάρχης οὐδὲ πάλιν ἐμνησικάκει οὐδὲ ἠμύνετο, ἀλλ' ἀξιώμασι προεβίβαζε καὶ λαμπρότερον ἀπεδείκνυεν, ἵν' εἴ πως ἐντεῦθεν τὸν κρείττονα βίον ἀσπάσοιτο. καὶ πρῶτον μὲν αἰτήσας τὸν αὐτοκράτορα κριτὴν τοῦ βήλου ποιεῖ, ἔπειτα θεσμογράφον τιμᾷ, καὶ μετὰ ταῦτα μυστογράφον, καὶ οὕτως ἀνάγει εἰς τοὺς ἐξάκτωρας. καὶ τὰ μὲν ἀξιώματα τούτῳ διηλλαγμένα τε καὶ ἀνόμοια, ἡ γνώμη δὲ ἴση καὶ πρὸς ἑαυτὴν οὐκ ἀπᾴδουσα. Χρόνος οὔ τι βραχὺς μετὰ ταῦτα παρεληλύθει, καὶ νόσος αἱρεῖ τὸν βεστάρχην, ἥτις αὐτὸν ἐπὶ τὸν θάνατον ἤπειγεν. ὁ δὲ εὐθὺς μεταβολῆς γε ἐμέμνητο καὶ πρὸς ὃν ᾑρεῖτο πάλαι βίον ηὐτομολήκει. καὶ πάντων καταφρονήσας ὧν τε ἠπείλει βασιλεὺς αὐτῷ καὶ αὖθις ἐξευμενίζετο, συγγενικῶν τε ἀναγκαιοτήτων καὶ τῆς συνήθους ζωῆς, συναποδύεται τῷ χιτῶνι καὶ τὴν ἐν κόσμῳ διαγωγὴν καὶ τρίβωνα μεταμπίσχεται καὶ πρὸς τὴν μοναδικὴν διατριβὴν μετατίθεται. ἐπεὶ δέ τι βραχὺ τῆς νόσου ἐράϊσε καὶ ὁπόσα βούλοιτο τοῦ βασιλέως δόντος αἰτήσασθαι, ἓν τοῦτο μόνον ᾐτήσατο τὸν Ἐλπίδιον εἰς τὴν τοῦ πατρικάτου ἀναχθήναι περιωπήν. καὶ ὁ βασιλεὺς δυσχερῶς μέν, ἐδίδου δὲ ὅμως, προσλιπαρούσης αὐτὸν τότε καὶ τῆς βασιλίδος ἡμῶν καὶ δεσπότιδος. γέγονε ταῦτα, καὶ ὁ βεστάρχης δρομαῖος εὐθὺς εἰς τὸ θεῖον ὄρος τὸν Ὄλυμπον ᾤχετο, τοῖς ἐκεῖσε ἀσκηταῖς ἐντευξόμενος, καί τινας ὑποθήκας πρὸς τὸν ἀσκητικὸν βίον ληψόμενος. καὶ τῆς πηγῆς ὅσον ἐξῆν ἀρυσάμενος, αὖθις ἐπανελήλυθεν ἐπισκεψόμενός τε τὰ ἑαυτοῦ καὶ μικρὰ φροντίσων ὥστε τὸν λοιπὸν βίον ἔχειν ἀφρόντιδα. Ἐντεῦθεν ἡ τῶν κακῶν αὐτῷ προσεγένετο Ἰλιάς· ὁ γάρ τοι Ἐλπίδιος ἐξουσίας ἐπειλημμένος καὶ τοῦ δρᾶν ὅσα καὶ βούλοιτο, οὐ πλαγίῳ ποδί, ἀλλὰ κατ' εὐθὺ φέροντι πρὸς τὴν ἀντικειμένην τῇ ἀρετῇ ἕξιν ἐξέδραμε· τῇ δὲ μνηστῇ τοσαῦτα ὡμίλει ὁπόσα καὶ φιλοσοφίᾳ καὶ λόγοις. ἀπορούμενος οὖν ὁ βεστάρχης ὅ τι καὶ δράσειε, τὰ προσεχῆ καὶ ἐγγὺς ἀφεὶς πρὸς τὴν ἐσχάτην καὶ πρώτην κατέφυγεν ἄγκυραν, τὴν τοῦ Ῥωμαϊκοῦ γένους βασιλίδα φαμὲν καὶ πάσης σχεδὸν οἰκουμένης ἐπάρχουσαν, καὶ ἱκετηρίαν πρὸς αὐτὴν ἔθετο, οὐ διδάσκουσαν μᾶλλον ἢ ἀναμιμνήσκουσαν ὁπόσα πρῶτα μὲν τῷ Ἐλπιδίῳ δωρήσαιτο, ὅπως τε ὕστερον τὴν αὐτοκράτορα ταύτης διεπούσης ἀρχήν, δευτέραν τε παρ' αὐτῆς ταῦτα εἰλήφει δωρεάν, καὶ αὖθις τῷ Ἐλπιδίῳ τὰ προδεδωρημένα παράσχοιτο, καὶ ὡς ὁ μὲν ταῦτα αὐτῷ πεποιήκει, ὁ δὲ ἀντιδίδωσι τὰ ἐναντία, ἀπέχθειαν μὲν πρὸς αὐτὸν καὶ ἀνηκοΐαν, μῖσος δὲ πρὸς τὴν μνηστήν, καὶ τὸ μὴ ἐθέλειν κατὰ τὰ ἐκείνου θελήματα πολιτεύεσθαι, ἀλλ' ἐκ χειρῶν μὲν ἀπορριπτεῖν τὰ βιβλία, ἀνθαιρεῖσθαι δὲ τούτων τὴν μετὰ τῶν αἰσχίστων διαγωγήν, καὶ ὡς ἐντεῦθεν αὐτὸν ἀρνοῖτο, καὶ τὴν μνηστείαν διαλύοιτο. περὶ δὲ τῶν ἀξιωμάτων τοῦτο τὸ ἱκέσιον διειλήφει γράμμα, ὡς οὐ βούλοιτο ταῦτα, διαλυομένου τοῦ συναλλάγματος, ἐφ' ᾧ καὶ δεδώρητο δίς, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλ' εἰ μὲν πρὸς ἕτερον συναλλάττει τὸ κῆδος, ἀποδέχεσθαι εἰ τῶν πολλῶν ἓν αὐτῷ δοθείη τὸ κάλλιστον, εἰ δ' οὖν, ἀσμενίζειν καὶ μὴ