15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ὡς μαργαρίτας ἀπαιωρήσας, ἑτέρους δὲ ὡς λίθους «ἐγκολαψάμενος», ἵν' οἱ μὲν αὐτῶν κινοῖντο καὶ συμπεριάγοιντο, οἱ δὲ εἶεν ἐνδεδεμένοι καὶ ἀμετάστατοι; τίς ὁ ὑφαπλώσας ἀέρα καὶ ὑπο στρώσας γῆν καὶ θάλασσαν ἐποχετεύσας καὶ ἀναστομώσας πηγὰς καὶ ποταμοὺς ἑλκύσας; ἆρα δὴ τὸ αὐτόματον κατὰ τοὺς λήρους τῶν οὕτω φιλοσοφησάντων; ἀλλὰ τυχαία τις καὶ ἄτακτος κίνησις; καὶ πόθεν ἡ τάξις, ἡ στάσις τῶν ὄντων, ἡ μονιμότης, ἡ ἀραρότως πεπηγυῖα τῶν οὐρανίων περιφορῶν κίνησις; εἰ δὲ τὰ ὑπὸ σελήνην ἑτεροούσια καὶ ἄλλως ἄλλοτε ἔχοντα, θαυμάζειν οὐ χρή· ἡ γὰρ ἀπὸ τῶν ὄντων πρόοδος εἰς τὰ τελευταῖα προϊοῦσα ἀμυδροῦται καὶ μεταβάλλεται· εὕροι δ' ἄν τις κἀνταῦθα τὸ κάλλος καὶ τὴν τάξιν κρυπτόμενα, ἐπεὶ καὶ τὰ τῶν σωμάτων ὡραῖα καὶ χρωμάτων ἑτερότησι καὶ ὄγκων ὑφέσεσι καὶ ἐπαναστάσεσι τὸ κάλλος συνερανίζονται. Ταῦτά σοί φησι Μωυσῆς, ὁ τὴν τοῦ κόσμου ἐξηγησάμενος σύστασιν καὶ τοῦ θεοῦ ἐγνωκὼς τὰ ὀπίσθια. ἐκαλύφθη δὲ τῇ πέτρᾳ, ἥντινα δὴ ταύτην ὑποληπτέον, οἶμαι δὲ τὸν Χριστόν, ὅτι, εἰ μή τις τῷ θείῳ χειραγωγούμενος πνεύματι θεάσασθαι βούλοιτο θεοῦ τὰ ὀπίσθια, οὐ μόνον οὐ κεκέρδακέ τι ἀπὸ τῆς τοιαύτης ἐπιβολῆς, ἀλλὰ καὶ εἰς τὸν νοῦν ἐζημίωται. ἐναπομένει γὰρ τοῖς αἰσθητοῖς καὶ τοῖς ἐπέκεινα οὐ προσβάλλει τὸν νοῦν, ὃ δὴ πεπόνθασιν οἵ τε κατ' Αἴγυπτον φιλοσοφήσαντες καὶ ὁ τῶν Ἀσσυρίων μυσταγωγός. Ἀλλὰ ταῦτα μὲν οἱ μὴ τῇ πέτρᾳ σκεπόμενοι. ἡμεῖς δέ, εἴτε τοῖς αἰσθη τοῖς ἐνατενίζοιμεν εἴτε τοῖς τοῦ νοῦ κάλλεσιν, αὐτῷ δὴ τῷ Χριστῷ, τῇ νοητῇ πέτρᾳ, ἐφ' ᾗ δὴ ἡ ἐκκλησία ἐστήρικται, καλυπτόμενοι, πρὸς τὴν τῶν ὄντων θεωρίαν ἀκριβῶς ἀναγοίμεθα.
27 μεʹ. Εἰς τὸ «εἶδον ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων». Τὴν μὲν οἰκονομίαν, δι' ἣν ὁ μακάριος Παῦλος τῆς οἰκείας ἀποκαλύ ψεως τὸ μυστήριον Κορινθίοις ἀπεκάλυψεν, ἡ περὶ τούτων ἱστορία ἀριδηλότερον παριστᾷ. ἐπεὶ γὰρ ἐκεῖνοι τῷ λόγῳ τῆς διδασκαλίας οὐ προσεῖχον, ἀλλὰ σημείοις καὶ τέρασιν, ὑφ' ὧν δὴ πρὸς τὴν μαθητείαν ἤγοντο, καὶ διὰ τοῦτο πολλὰ παρ' αὐτοῖς ἴσχυον οἱ τὰ τέρατα ἐπιδεικνύ μενοι καὶ δρῶντες τὰ θαύματα, ὧν ἔνια κατὰ φαντασίαν ἐγίνετο, διὰ τοῦτο καὶ ὁ θεῖος ἀπόστολος, θύραν ἑαυτῷ ὑπανοίγων πρὸς τὴν τῶν Κορινθίων διδασκαλίαν, ἃ τέως ἐν μυστηρίῳ ἀπορρήτως τεθέαται δηλοῦν πρὸς αὐτοὺς ἄρχεται, ὡς ἂν ἐντεῦθεν μέγας παρ' ἐκείνοις δόξῃ καὶ τοῦ εἰς μαθητείαν ἄγειν ἐκείνους ἐπάξιος. πλὴν ἀλλ' οὐδ' οὕτως προηγουμένως τὰς ἀποκαλύψεις ἑαυτῷ ἀνατίθησιν, ἀλλ' ὡς περὶ ἑτέρων διαλεγόμενος τὸν λόγον ποιεῖται, διὰ πλαγίας ἐμφάσεως ὅπερ ἐβούλετο παριστῶν. οὐδὲ γὰρ ἂν ὁ ἐπὶ τοσούτοις ἔτεσιν ἀποσιωπήσας τὴν ἀποκάλυ ψιν καὶ μηδενὶ παραγυμνώσας τὴν ἄρρητον θέαν αὐτομάτως νῦν ἐπὶ τὴν ἐξαγγελίαν ταύτης ἧκεν, εἰ μή τι ἦν τὸ καταναγκάζον καὶ βιαζόμενον. Ὅτι μὲν οὖν ἡ τῶν Κορινθίων ψυχή, ἁπαλή τε οὖσα καὶ διαρρέουσα καὶ μὴ ἄλλως παραδεχομένη τὸν τῆς πίστεως λόγον, εἰ μή τις αὐτοῖς μετὰ θαύματος τοῦτον παρίστα, τὸν ἀπόστολον κατηνάγκασε τὰς οἰκείας ἀποκαλύψεις ἐκδιηγήσασθαι, ὁ λόγος παρέστησεν. ἃ δὲ εἶδεν ὁ μέγας οὗτος ἀνὴρ καὶ ὧν «ἤκουσεν ἀρρήτων ῥημάτων», ὅπως τε ἀπεκαλύφθη αὐτῷ τὰ ἀθέατα, αὐτὸς σαφέστερον ἐρεῖ πρὸς ἡμᾶς. «εἶδον» γάρ φησιν «ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ, καὶ εἶδον τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι». εὐθὺς οὖν τὸ «ἐν Χριστῷ» εἴτε τῷ «ἄνδρα» προσάξεις εἴτε τοῖς ἑπομένοις,