1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

61

φησιν· εἰ καὶ τοσαύτη τις αὐτῷ προσγέγονεν 189 εὐφορία, ὡς καὶ τὴν ἄκαρπον γῆν καρποφόρον αὐτῷ γενέσθαι, ὅμως οὐδὲν ἧττον θνητός ἐστιν. πρὸς δὲ διάνοιαν· ἐν ἡδονῇ, φησίν, ἔσχεν ὁ ἀσεβὴς τὴν τοῦ βίου τούτου ἀνωμαλίαν τοῦ χειμάρρου δίκην παρατρέχοντος οὐκ ἐννοήσας, ὅτι θνητός ἐστιν. διὸ καὶ ἐπάγει· 21, 33 καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. οὐδὲ τοῦτο ἠδυνήθη συνιέναι ὁ ἀσεβής, ὡς ἀναρίθμητοι μὲν οἱ πρὸ αὐτοῦ τελευτήσαντες καὶ οἱ μετ' αὐτὸν δὲ πάντες τὸν κοινὸν ὑφίστανται θάνατον. ταῦτα δὲ εἶπεν ὁ μακάριος οὗτος ἀνὴρ ἀνακόπτων μὲν ἀσέβειαν, ἐκδιδάσκων δέ, μὴ τῶν παρατρεχόντων ὡς ἑστώτων ἀντέχεσθαι. 21, 34 πῶς δέ με παρακαλεῖτε κενά; ὑμεῖς δέ, φησίν, ματαίως ὡς παρακλητικοὺς τοὺς ἑαυτῶν προσηγάγετε λόγους οὐ χρησίμως οὐδὲ εὐκαίρως αὐτοὺς προκομίσαντες. 21, 34 τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ' ὑμῶν οὐθέν ἐστιν. ὡς ἔοικε δέ, φησίν, οὐδὲν ὠφελῶ, ἐὰν σιγήσω ἢ διδάξω ὑμᾶς τὰ χρήσιμα. διὸ καταπαύω τὸν λόγον. 190 ΚΕΦΑΛΑΙΟΝ ΕΚΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις σου ἄμεμπτος; Προθεωρία τοῦ κεφαλαίου ἔσκωπτον μὲν οἱ φίλοι τὸν Ἰὼβ ἐφ' ἁμαρτίαις τὰς κακώσεις ἐξ ἀνάγκης ἕπεσθαι τοῖς πλημμελοῦσιν ἀποφαινόμενοι. ὁ δὲ τοῖς παρ' αὐτῶν ἀντικαθιστάμενος προβληματικῶς αὐτοὺς ἠρώτησεν· εἰ ταῦτα οὕτως ὡς ὑμεῖς φατε πάντῃ τε καὶ πάντως γίνεται, τίνι τρόπῳ πολλοὺς ὁρῶμεν τῶν ἀσεβῶν μέχρι τέλους εὐθηνηθέντας καὶ τὸν βίον σὺν εὐημερίᾳ καταλύσαντας; πρὸς ταῦτα ὁ Ἐλιφὰζ ἀπορεῖ μὲν ἀνταποκρίνασθαι, εἰς ἑτέρας δὲ τρέπεται ὕβρεις καὶ ἀπηνέστερον ὑβρίζει τὸν δίκαιον ἐγκλήματα περιτιθεὶς αὐτῷ, ἃ τοῖς κακίστοις τῶν ἀνθρώπων μόγις ἐξείργασται. ἱκανῶς δὲ αὐτὸν πλύνας ταῖς ὕβρεσιν εἰς παραίνεσιν τρέπεται καὶ συμβουλεύει πρὸς μετάνοιαν ἐπιστρέφειν, ὡς ἂν τῆς θείας ἐπικουρίας ἐπιτυχὼν τήν τε παλαιὰν εὐδαιμονίαν ἀπολάβοι καὶ ἵλεω τὴν παντοδύναμον τοῦ θεοῦ κτήσαιτο δεξιάν. πρὸς μὲν οὖν τὸν Ἰὼβ ταῦτα λεγόμενα σφόδρα ἀναρμόστως ἔχει, χρήσιμα δὲ ἄλλως εἰσὶ τοῦ Ἐλιφὰζ τὰ ῥήματα· οὐ γὰρ κακίας μόνον 191 ἀποστῆναι διδάσκει, ἀλλὰ καὶ ἀγαθοεργεῖν ἐκπαιδεύει ὡς τῆς θείας δίκης οὐ μόνον τοὺς κακίαν ἐπιτηδεύοντας, ἀλλὰ καὶ τοὺς μὴ τὰς ἀγαθὰς ἐκτελοῦντας πράξεις ταῖς τιμωρίαις καθυποβαλλούσης. ἐπειδὴ γάρ εἰσι χρήσιμα τὰ τῶν φίλων ῥήματα, κἂν ἐκμελῶς καὶ ἀναρμόστως πρὸς τὸν δίκαιον ἄνδρα καὶ ἀληθινὸν ἐλέγοντο, διὰ τοῦτο καὶ ἡ θεία χάρις γραφῇ ταῦτα παραδοθῆναι συμφερόντως ἡμῖν ᾠκονομήσατο. Αἱ λέξεισ 22, 2 πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; τοῦτο τοῦ Ἰὼβ εἰρηκότος συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ καί φησιν ὅτι· κἀγὼ συνεπίσταμαι, ὅτι θεός ἐστιν ὁ διδάσκων σύνεσιν. οὐκοῦν, κἂν ἄνδρες δίκαιοι διδάσκωσιν ἡμᾶς διδασκαλικὴν εἰληφότες χάριν, πάλιν ὁ Χριστός ἐστιν ὁ δι' αὐτῶν διδάσκων ἡμᾶς, καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διανοιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν κατὰ θείαν γίνεται χάριν; 22, 34 τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος, ἢ ὠφέλεια ὅτι ἁπλώσῃς εἰς τὴν ὁδόν σου; ἢ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνελεύσεταί σοι εἰς κρίσιν; ἐπειδὴ μέγα ἐπὶ σαυτῷ φρονεῖς ὡς ἄμεμπτος, δεδόσθω εἶναί σε καθαρόν. τί οὖν, εἰπέ μοι, περιεποίησας θεῷ δίκαιος ὢν καὶ εἰς ἀγαθοεργίας ἐξαπλῶν τὴν σὴν ὁδόν; τίς ἐντεῦθεν ὄνησις τῷ θεῷ; 192 νομίζεις δέ, ὅτι πολύν τινά σου ποιούμενος λόγον τιμωρεῖταί σε καὶ κρίνει, ὡς δὴ ἐκ τῆς σῆς δικαιοσύνης μέλλων ὠφελεῖσθαι, εἴπερ ἦς δίκαιος; ἕτεροι δὲ οὕτως ἀνέγνωσαν· _τ_ί_ _γ_ά_ρ_; εἶτα ὑποστίξαντες τὰ ἑξῆς ἐπήγαγον· _μ_έ_λ_ε_ι_ _τ_ῷ_ _κ_υ_ρ_ί_ῳ_,_ _ἐ_ὰ_ν_ _σ_ὺ_ _ἦ_σ_θ_α_ _τ_ο_ῖ_ς_ _ἔ_ρ_γ_ο_ι_ς_ _ἄ_μ_ε_μ_π_τ_ο_ς_. ὁ δὲ νοῦς οὗτος· οἶδα κἀγώ, φησίν, ὅτι τοὺς λόγους καθ' οὓς ὁ μέν τις ἀσεβὴς εὐθηνεῖται, ὁ δὲ κολάζεται, αὐτὸς μόνος ὁ πάνσοφος ἐπίσταται. κἀκεῖνο δὲ οἶδα, ὅτι μέλει τῷ κυρίῳ καὶ ἐν φροντίδι τίθεται τὸ ἀμέμπτους ἡμᾶς