61
βασιλεὺς Ἰουστινιανὸς τειχίσματι τόνδε τὸν χῶρον περιβαλὼν τὴν ἐπὶ τῷ σίτῳ ἐπιβουλὴν ἀνεχαίτισε. ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ 6.1.5 ταύτῃ ἐξείργασται. ἀλλ' ἐπειδὴ ἐπ' Αἰγύπτου ἡμᾶς ἤγαγε τῆς Λιβύης ὁμόρου τανῦν ὁ λόγος, φέρε δὴ καὶ ὁπόσα διαπέπρακται αὐτῷ ἐνταῦθα δηλώσωμεν, ἐπεὶ καὶ Λιβύην ξύμπασαν ὁ βασιλεὺς οὗτος ὑπὸ βαρβάροις κειμένην εὑρὼν τῇ ἄλλῃ ἐνῆψε Ῥωμαίων ἀρχῇ. 6.1.6 Νεῖλος μὲν ὁ ποταμὸς ἐξ Ἰνδῶν ἐπ' Αἰγύπτου φερόμενος δίχα τέμνει τὴν ἐκείνῃ γῆν ἄχρι ἐς θάλασσαν. ἡ δὲ σχιζομένη τῷ ῥείθρῳ καὶ ὀνόμασι διακέκριται τὸ ἐν6.1.7 θένδε δυοῖν. τὰ μὲν γὰρ ἐν δεξιᾷ τοῦ ποταμοῦ Ἀσία ὠνόμασται μέχρι που ἐς Φᾶσιν τὸν Κόλχον, ὅσπερ Ἀσίαν τε διορίζει καὶ γῆν τὴν Εὐρώπην, ἢ μέχρι ἐς πορθμεῖα 6.1.8 τὰ Κιμμέρια καὶ ποταμὸν Τάναϊν. τούτων γὰρ δὴ ἕνεκα διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα σοφοί, ᾗπερ ἐν λόγοις μοι τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται περιηγου6.1.9 μένῳ τὸν Εὔξεινον καλούμενον πόντον. τὰ δὲ δὴ ἐν ἀριστερᾷ τοῦ Νείλου Λιβύη ἐκλήθη μέχρι ἐς ὠκεανόν, ὅσπερ ἐς δύοντά που τὸν ἥλιον ἑκατέραν ἤπειρον διορίζει, ἐκροήν τε ἀφιείς τινα καὶ θάλασσαν τήνδε ποιούμενος. 6.1.10 ἡ μὲν οὖν ἄλλη Λιβύη ξύμπασα ὀνόματα κατὰ χώραν ἑκάστην ἕτερα ἄττα διακεκλήρωται, ἐκ τῶν ἐκείνῃ ἐπι6.1.11 γενομένων, ὡς τὸ εἰκός, ἐπικληθεῖσα. ἣ μέντοι ἐκ τῶν Ἀλεξανδρείας ὁρίων ἄχρι ἐς πόλιν Κυρήνην διήκουσα ἐπὶ Πενταπόλεώς ἐστιν, ἐπὶ τούτου δὴ μόνου τοῦ ὀνό6.1.12 ματος Λιβύη καὶ νῦν ἐπικέκληται. ἐνταῦθα πόλις ἐστὶν ἡμέρας ὁδῷ Ἀλεξανδρείας διέχουσα, Ταφόσιρις ὄνομα, ἵνα δὴ ταφῆναι τὸν τῶν Αἰγυπτίων θεὸν Ὄσιριν λέγου6.1.13 σιν. ἐν ταύτῃ τῇ πόλει ἄλλα τε πολλὰ καὶ τὰ τῶν ἀρχόντων καταλυτήρια καὶ λουτρῶνας ἐδείματο Ἰουστινιανὸς βασιλεύς. 6.2.1 Ταύτης δὲ τῆς Λιβύης ἔρημα μὲν τὰ πολλὰ τετύ6.2.2 χηκεν εἶναι, ἀπημελημένα ἐκ τοῦ ἐπὶ πλεῖστον. καὶ αὐτῆς δὲ προεγρηγορὼς ὁ καθ' ἡμᾶς βασιλεὺς προμηθεῖ γνώμῃ, ὡς μή τι αὐτῇ παθεῖν ἐξ ἐπιδρομῆς πρὸς Μαυρουσίων τῶν πλησιοχώρων ξυμβαίη, ὀχυρώματά τε δύο καὶ φυλακτήρια κατεστήσατο, ὧν θάτερον μὲν Παρατόνιον ὀνομάζουσιν, Ἀντίπυργον δὲ τὸ ἕτερον ἐπικέκληται, 6.2.3 οὐ πόρρω Πενταπόλεως κείμενον. διέχει δὲ ἡ Πεντάπολις Ἀλεξανδρείας ὁδῷ ἡμερῶν εἴκοσιν εὐζώνῳ ἀνδρί. 6.2.4 ἐν ταύτῃ δὲ τῇ Πενταπόλει καὶ βασιλεὺς Ἰουστινιανὸς 6.2.5 Τεύχειραν τὴν πόλιν ἐρύματι ἐτειχίσατο ἐχυρωτάτῳ. καὶ Βερνίκης τὸν περίβολον ἐκ θεμελίων ἀνῳκοδομήσατο 6.2.6 τῶν ἐσχάτων. οὗ δὴ καὶ βαλανεῖον πεποίηται, δημοσίᾳ 6.2.7 παρεχόμενον τῇ πόλει τὴν χρείαν. ἀλλὰ κἀν ταῖς Πενταπόλεως ἐσχατιαῖς, αἵπερ εἰσὶ τετραμμέναι πρὸς ἄνεμον νότον, ὀχυρώματα ἐν δυοῖν μοναστηρίοιν ἐξείργασται, οἷσπερ Ἀγριολώδη τε καὶ ∆ινάρθισον ὀνόματά ἐστιν· 6.2.8 ἅπερ ἐπιτειχίσματα κεῖται τοῖς ταύτῃ βαρβάροις, τῷ μὴ καταθέοντας ὡς λαθραιότατα ἐπισκήπτειν ἐξαπιναίως ἐς γῆν τὴν Ῥωμαίων. 6.2.9 Ἔστι δέ τις ἐνταῦθα πόλις, Πτολεμαῒς ὄνομα, τὸ μὲν παλαιὸν εὐδαίμων τε γεγενημένη καὶ πολυάνθρωπος, προϊόντος δὲ τοῦ χρόνου ὕδατος ἀπορίᾳ πολλῇ ἐς ὀλιγ6.2.10 ανθρωπίαν ἀποκριθεῖσα. τῶν γὰρ οἰκητόρων ὁ πολὺς ὅμιλος δίψει ἐχόμενοι πολλῷ ἔμπροσθεν ἐνθένδε ἐξανα6.2.11 στάντες ἀπεχώρησαν ὅπῃ ἑκάστῳ δυνατὰ γέγονεν. ἀλλὰ νῦν ὁ βασιλεὺς οὗτος ἀνανεωσάμενος τὴν ὀχεταγωγίαν τῇ πόλει τὸ πρότερον αὐτῇ τῆς εὐδαιμονίας ἀπέδωκε σχῆμα. Πενταπόλεως δὲ πόλις ἐσχάτη ἐστὶ πρὸς δύοντά 6.2.12 που τὸν ἥλιον, Βόρειον ὄνομα. οὗ δὴ τὰ ὄρη συννενευκότα τε πρὸς ἄλληλα, καὶ τῇ ἐνθένδε στενοχωρίᾳ ξυμπεφραγμένα, τῶν ἐπὶ τὴν χώραν εἰσόδων ἀποκεκλεῖσθαι 6.2.13 τοὺς πολεμίους διασκευάζονται. ταύτην ὁ βασιλεὺς τὴν πόλιν ἀτείχιστον οὖσαν ἐρύματι ἐχυρωτάτῳ περιβαλών, ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν βεβαιότατα σὺν πάσῃ τῇ ἀμφ' αὐτὴν χώρᾳ διεπράξατο εἶναι. 6.2.14 Πόλεις δέ πού εἰσι δύο ἐπ' ὀνόματος ἑνὸς ᾠκημέναι. 6.2.15 Αὐγίλα γὰρ ἑκατέρα ἐκλήθη. αὗται τοῦ Βορείου διέχουσιν ὁδῷ τεττάρων ἡμερῶν μάλιστα εὐζώνῳ ἀνδρί, τετραμμέναι μὲν αὐτοῦ πρὸς ἄνεμον νότον, ἀρχαῖαι δὲ οὖσαι καὶ τῶν οἰκητόρων ἀρχαιότροπα τὰ ἐπιτηδεύματα ἔχουσαι·