61
ἀστάχυας ἀμῆσαι ἢ φυτεῦσαι καὶ τρυγῆσαι καὶ ἀποθλίψαι οἴνου καὶ ἐλαίας καρπόν; Ἄλλῳ δὲ διακονεῖν ἄλλον τῆς ὁμοτι μίας οὐ ξυγχωρούσης, πῶς ἂν ἤρκεσεν ἕκαστος, βουκόλος ὁμοῦ καὶ αἰπόλος καὶ προβατεὺς καὶ συβώτης γινόμενος, καὶ μέντοι καὶ ὑφάντης καὶ σκυτοτόμος, καὶ οἰκοδόμος καὶ χαλκοτύπος, καὶ ἀρτοποιὸς καὶ ὀψοποιός, καὶ γεωργὸς καὶ φυτουργός, καὶ ναυπη γὸς καὶ ναύτης καὶ κυβερνήτης; τούτων γὰρ ἁπάντων καὶ ἑτέρων γε πολλαπλασιόνων ἕκαστος ἐνδεής. 6.55 Τί δήποτε τοίνυν οὐχ ὑμνεῖτε τὴν ἀρίστην διανομήν, ἀλλ' ὑμεῖς μάλιστα χαλεπαίνετε, οἱ θεραπαινῶν καὶ οἰκετῶν, καὶ μέν τοι καὶ γεωργῶν ἀπολαύοντες ὅτι μάλιστα πλείστων; Ὁ μὲν γὰρ γεωργὸς στέργει τὴν τάξιν ἣν ἔλαχε καὶ ὁ οἰκέτης ὡσαύτως καὶ μέντοι καὶ ὁ χειροτέχνης ἀγαπᾷ τὴν τέχνην καὶ τοὺς πόνους οἷς ξυγκεκλήρωται, ὑμεῖς δὲ τρυφῶντες καὶ ὑπερμαζῶντες καὶ διὰ τῆς ἑτέρων διακονίας παντοδαπῆς χλιδῆς ἀπολαύοντες, λόγοις 6.56 βλασφήμοις τὸν τούτων κατατοξεύετε χορηγόν· τούτους δὲ τοὺς λόγους ὠδίνετε, ἀκρασίᾳ μὲν δουλεύειν αἱρούμενοι, πρόφασιν δὲ ἀπολογίας εὑρίσκειν ἡγούμενοι, πρῶτον μὲν τὸ μὴ τῇ θείᾳ προ νοίᾳ κινεῖσθαι τῶν ὅλων τοὺς οἴακας, ἔπειτα δὲ τὸ νομίζειν ὑπὸ τὴν τῆς εἱμαρμένης ἀνάγκην οὐ μόνον τὸ σῶμα καὶ τὰ περὶ 6.57 τοῦτο τελεῖν, ἀλλὰ καὶ αὐτὴν τὴν αἵρεσιν τῆς ψυχῆς. Ἀλλ' ὁ Πλάτων τἀναντία διδάσκει, ὡς "ἀρετὴ ἀδέσποτον, ἣν τιμῶν τις καὶ ἀτιμάζων πλέον ἢ ἔλαττον ἕξει". Καὶ πάλιν· "Αἰτία ἑλομέ νου, θεὸς ἀναίτιος· κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος." Καὶ ἐν αὐτοῖς δὲ τοῖς χαλεποῖς κινδύνοις τὸν Σωκράτην δείκνυσιν ὁ Πλάτων φιλοσοφοῦντα καὶ προνοίας πέρι καὶ τοῦ μὴ δεδιέναι θάνατον· καὶ ταῦτα γὰρ ἐν τῇ Ἀπολογίᾳ τέθεικεν· "Ἀλλὰ καὶ ὑμᾶς χρή, ὦ ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς θάνατον καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἀληθές, ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδέν, οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα." 6.58 Οὔκουν τῷ ὄντι κακὰ πενία καὶ νόσος καὶ δουλεία καὶ θάνατος, ἀλλὰ καλεῖται μὲν ὑπὸ τῶν ἀνοήτων κακά, ἀγαθὰ δὲ γίνεται τοῖς εὖ καὶ καλῶς κεχρημένοις. Ὅτι δὲ αὔξει τῶν ἀνθρώπων τὴν πονηρίαν τὸ μὴ πιστεύειν ἰθύνεσθαι προνοίᾳ τὰ ξύμπαντα, Ἀττι κὸς ὁ Πλατωνικὸς βοᾷ· "Ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν 6.59 ἡ τῆς προνοίας ἀπόγνωσις." Καὶ Πλωτῖνος δέ-περιφανὴς δὲ καὶ οὗτος ἐν φιλοσόφοις ξυγγράμμασι-τόδε τὸ προοίμιον τοῖς περὶ προνοίας ἐντέθεικε λόγοις· "Τὸ μὲν τῷ αὐτομάτῳ καὶ τύχῃ διδόναι τοῦδε τοῦ παντὸς τὴν αἰτίαν καὶ ξύστασιν ὡς ἄλογον καὶ ἀνδρὸς οὔτε νοῦν οὔτε αἴσθησιν κεκτημένου, δῆλόν που καὶ πρὸ ἔργου καὶ πολλοὶ καὶ ἱκανοὶ πρὸ τούτου καταβέβληνται δεικνύντες λόγοι." Εἶτα πολλοὺς τοιούτους ἀνελίξας λόγους ἐπήγαγεν· "Οὕτω δὴ ἐξ ἑνὸς νοῦ καὶ τοῦ ἀπ' αὐτοῦ λόγου ἀνέστη τόδε τὸ 6.60 πᾶν καὶ διέστη." Ταῦτα δὲ καὶ οὗτος ἐκ τῶν ἱερῶν λογίων σεσύ ληκεν. Ἤκουσε γὰρ πάντως τῆς τῶν θείων εὐαγγελίων διδασκού σης θεολογίας, ὡς "διὰ τοῦ λόγου πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." Παμπόλλοις γὰρ ἔτεσιν οὗτός γε τῶν ἀποστόλων νεώτερος. Ἐκεῖνοι μὲν γὰρ ἐπὶ Τιβερίου Καίσαρος τῶν σωτηρίων ἥψαντο κηρυγμάτων, Τιβέριον δὲ διεδέξατο Γάϊος, ἐκεῖνον δὲ Κλαύδιος, εἶτα Νέρων καὶ Οὐεσπασιανὸς καὶ Τίτος καὶ ∆ομετιανὸς καὶ Νερούας καὶ Τραϊανὸς καὶ Ἀδριανὸς καὶ Ἀντωνῖνος ὁ πρῶτος καὶ Οὔηρος καὶ Κόμοδος· ἐπὶ τούτου δὲ Ἀμμώνιος ὁ ἐπίκλην Σακκᾶς, τοὺς σάκκους καταλιπών, οἷς με τέφερε τοὺς πυρούς, τὸν φιλόσοφον ἠσπάσατο βίον. Τούτῳ φοιτῆσαί φασιν Ὠριγένην τὸν ἡμέτερον, τῷ δὲ Πλωτῖνον τουτονί· τῆς δὲ 6.61 Πλωτίνου διδασκαλίας τετύχηκεν ὁ Πορφύριος. Τὸν δὲ χρόνον οὐ τηνάλλως ἀδολεσχῶν ἐπεσημηνάμην, ἀλλὰ δεικνύς, ὡς οὐ μόνον τὰ τῶν Ἑβραίων οὗτος, καθάπερ ὁ Πλάτων, ἀλλὰ καὶ τὰ τῶν ἁλιέων καὶ τὰ τοῦ σκυτοτόμου παιδευθείς, μεμάθηκεν ἐκεῖθεν, ὡς ἐκ τοῦ νοῦ καὶ τοῦ ἀπ' αὐτοῦ λόγου τὰ πάντα καὶ ξυνέστη καὶ διέστη καὶ τῆς προσηκούσης τετύχηκεν ἁρμονίας. 6.62 Εἶτα τῶν διαβάλλειν τινὰ τῆς κτίσεως μόρια πειρωμένων διε λέγχει τὴν ἄνοιαν, λέγων ὡδί· "Ὅλον γάρ τι ἐποίησε πάγκαλον καὶ αὔταρκες καὶ φίλον