61
ἐπανάστασις καὶ κατάλυσις. Παρακελεύεται τοίνυν ἡ χάρις τοῦ Πνεύματος τοῖς ἱεροῖς ἀποστόλοις τοῖς ἔθνεσι κηρύξαι τὴν σωτηρίαν, καὶ τοὺς πειθομένους προσ ενεγκεῖν τῷ Θεῷ. Υἱοὺς μὲν γὰρ Θεοῦ τοὺς ἀποστόλους καλεῖ, ὡς ἀδελφοὺς τοῦ Χριστοῦ χρη ματίσαντας· Εἴπατε γὰρ, φησὶν, τοῖς ἀδελφοῖς μου, ὅτι προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν· υἱοὺς δὲ κριῶν, τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ φῦντας ἐξ ἀλόγων πατέρων. "Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. [βʹ] Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ." Ὑμεῖς, φησὶν, οἱ τὸ θεῖον κήρυγμα πι στευθέντες, καὶ υἱοὶ κληθέντες Θεοῦ, μετὰ πάσης προθυμίας τὸ θεῖον πανταχοῦ διαπορθμεύσατε κήρυγμα, καὶ τοὺς ἐν ἀλογίᾳ τρεφομένους λογι κοὺς ἀποφήνατε, καὶ τούτους πρώτους τῷ Θεῷ προσενέγκατε· εἶτα διὰ τούτων τὸ σέβας καὶ τοὺς ὕμνους προσοίσατε, ἐν τοῖς θείοις οἴκοις τὸν εὐερ γέτην γεραίροντες. Ἔοικε ταῦτα καὶ τοῖς ὑπὸ τοῦ Σωτῆρος εἰρημένοις πρὸς τοὺς ἱεροὺς ἀποστόλους· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί 80.1065 ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὁ ψαλμὸς γὰρ, μετὰ τὰ εἰρημένα, εὐθὺς τῶν ἱερῶν ὑδάτων ἀνέμνησε. γʹ. "Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων· ὁ Θεὸς τῆς δόξης ἐβρόντησε." Προλέγει δὲ ὁ λόγος τὴν οὐρανό θεν ἐνεχθεῖσαν παρὰ τὸν Ἰορδάνην φωνήν· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδό κησα." Βροντὴν δὲ αὐτὴν προσηγόρευσεν, ὡς εἰς ἅπασαν διὰ τῶν ἱερῶν Εὐαγγελίων δραμοῦσαν τὴν οἰκουμένην· οὕτως υἱοὺς βροντῆς τὴν ξυνωρίδα τῶν ἀποστόλων ἐκάλεσε, διὰ τὴν ὑπερφυᾶ καὶ θείαν τῆς θεολογίας φωνήν. "Κύριος ἐπὶ ὑδάτων πολλῶν." Οὐ γὰρ μόνος ὁ Ἰορδάνης ἐκείνην τὴν χάριν ἐδέξατο, ἀλλ' ἐν ἁπάσῃ γῇ καὶ θαλάσσῃ τὸ τοῦ βαπτίσματος ἐπιτελεῖται μυστήριον, τῆς θείας ἐπικλήσεως ἁγιαζούσης τῶν ὑδάτων τὴν φύσιν. Ἐντεῦθεν τὴν χορηγηθεῖσαν δύναμιν τοῖς ἀποστόλοις προαγορεύει. δʹ. "Φωνὴ Κυρίου ἐν ἰσχύϊ· φωνὴ Κυρίου ἐν με γαλοπρεπείᾳ." Σύμφωνα τούτοις ἡμᾶς καὶ τῶν Πράξεων ἡ ἱστορία διδάσκει. Μανθάνομεν γὰρ ἐκεῖ θεν, ὅπως ἀναλαμβανόμενος ὁ ∆εσπότης Χριστὸς τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς παρηγγύησε λέγων· "Προσμείνατε ἐν τῇ πόλει ταύτῃ, ἕως ἂν ἐνδύ σησθε δύναμιν ἐξ ὕψους." Καὶ μετὰ δέκα ἡμέρας, ἐν τῇ τῆς Πεντηκοστῆς ἑορτῇ, "Ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ ἐγένετο ἐν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκά θισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν." Φωνὴν δὲ λέγει τὴν χάριν τοῦ Πνεύματος, τὴν ἰσχύος καὶ δυνάμεως τοὺς ἀποστόλους ἐμπλήσασαν, καὶ μεγαλοπρεπεῖς τοὺς εὐτελεῖς ἀποφήνασαν. Εἶτα δείκνυσιν, ὁποῖα κατώρθωσαν τῇδε τῇ φωνῇ κρατυνθέντες. εʹ. "Φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου." Σημαίνει δὲ διὰ τούτων τῶν λόγων τὴν τῶν εἰδώλων κατάλυσιν. Ἐπειδὴ γὰρ ὑψηλὰ ἦν πάλαι τὰ τῶν εἰδώ λων τεμένη, καρπὸν οὐδένα τοῖς σεβομένοις ὀρέγοντα, "ταῖς τοῦ Λιβάνου κέδροις" ἀπείκασε ταῦτα, αἳ ὑψηλαὶ μέν εἰσιν, ἐδώδιμον δὲ καρπὸν οὐ πεφύκασι φέρειν. ʹ. "Καὶ λεπτυνεῖ αὐτὰς, ὡς τὸν μόσχον τοῦ Λιβάνου." Λίβανον δὲ καὶ τὴν Ἱερουσαλὴμ ὀνομάζει πολλάκις· "∆ιάνοιξον γὰρ, φησὶν, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου." Μόσχος δὲ Λιβάνου, ὁ ὑπ' αὐτῶν γενόμενος 80.1068 ἐν Χωρήβ. "Ἐποίησαν γὰρ, φησὶ, μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ." Ἀλλ' ἐκεῖνον Μωσῆς ὁ νομοθέτης συνέτριψε καὶ ἐλέπτυνεν. Ἐκείνῳ τοίνυν λέγει παραπλησίως καὶ πάντα τῆς οἰκουμένης τὰ εἴδωλα λεπτυνθήσεσθαι καὶ φροῦδα γενήσεσθαι· "Καὶ ὁ ἠγαπημένος, ὡς υἱὸς μονο κερώτων." Ὁ δὲ πεπιστευκὼς λαὸς, καὶ τῆς πλάνης ἐκείνης ἀπαλλαγεὶς, καὶ ἀγαπητὸς τούτου χάριν καλούμενος, ἀήττητος ἔσται καὶ ἄμαχος, ἅτε δὴ τῆς πολυθεΐας ἀπηλλαγμένος, καὶ τὴν μίαν πρεσβεύων Θεότητα. ζʹ. "Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός." Πυροειδῆ γὰρ τοῦ παναγίου Πνεύματος τὴν χάριν ὑποδεξάμενος ὁ τῶν ἱερῶν ἀποστόλων χορὸς,