61
ὁμοῦ καὶ τιμιώτατε, ἐγὼ δὲ ὁ ταπεινὸς οὐ διαλιμπάνω προσεύχεσθαι τῷ ἄνω καὶ πάντων βασιλεῖ φίλον οἰκεῖόν σε δι' εὐσεβείας ὑπάρχειν· διότι κρεῖσσον καὶ τὸ πολλοστὸν τετάχθαι κατὰ τὸ ἀκρότατον ἔσχατον τῷ οὐρανίῳ ἢ κατὰ τὸ πρώτιστον τῷ ἐπιγείῳ. πιστεύω δὲ εἰδώς σου τὸ φιλομέριμνον τῆς σωτηρίας μηδὲν παραζημιοῦσθαι εἰς ψυχήν, ἀλλὰ καὶ παρακερδαίνειν ἐκ τοῦ ἀξιώματος, ὄντων τρόπων οὐκ ὀλίγων εἰς λυσιτέλειαν. ἤρκεσε γὰρ τῷ πτωχῷ ὑποτελεῖ οὐ μόνον ἀνοχὴ φόρων, ἀλλὰ καὶ ὄψις εὐμενὴς τοῦ τὰ βασιλικὰ χρήματα αἴροντος καὶ φωνὴ ἠπία καὶ φθόγγος χαιρετιστικός. καὶ οὔπω λέγω λύσιν συνδέσμου ἀδικίας, ἄλλα τε ὅσα ἐπακολουθοῦσιν εὐχερῶς ποιεῖν τῷ ἄρχοντι τῷ ἀρχομένῳ. Μὴ τοίνυν ἐφ' ὧν δύνῃ εὖ ποιεῖν σαυτὸν διὰ τῆς εἰς ἑτέρους χρηστότητος ἀμελοίης, κύριέ μου, ἀλλ' ὡς συνετὸς καὶ εἰδὼς μικρὸν ὕστερον ἐξελεύσεσθαι ἡμᾶς τοῦδε τοῦ βίου, μηδὲν ἄλλο συναίροντας ἢ τὰς πράξεις, ταύταις καὶ προσκείμεθα, τάσδε καὶ θησαυρίζοιμεν δῆλον ὅτι, τὰς ἐφόδιον ἡμῖν ζωῆς αἰωνίου καὶ ἀπολαύσεως ἀπορρήτων ἀγαθῶν μελλούσας ἔσεσθαι. ναί, παρακαλῶ τὸ ἐμὸν αἷμα, τὸ ἐμὸν πόθημα, τὸ ἀγαθῆς ὄντως ῥίζης βλάστημα, Ἄννης ἐκείνης, τῆς ἐμοὶ μὲν σεβασμίας καὶ ἐρασμιωτάτης ὅτι μάλιστα, πᾶσι δὲ τοῖς γνωρίμοις ἐπαινουμένης διὰ σεμνότητα, τῆς ἐμῆς ὡς ἀληθῶς μακαρίας μητρὸς ἀμφοτέρωθεν. 45 {1Ναυκρατίῳ τέκνῳ}1 46 {1Ἄννῃ ἡγουμένῃ}1 47 {1Ναυκρατίῳ τέκνῳ}1 48 {1Ἀθανασίῳ τέκνῳ}1 Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἀδελφὲ ἠγαπημένε, μακροθύμως, καὶ ἐξέστην ἐπὶ τῇ ἀθρόᾳ σου μεταβολῇ λίαν. ἀφήσω τὸ πρότερον, ὅτι συνοψισθείς μοι ὡμοφώνησας αἵρεσιν εἶναι τὴν μοιχειανικὴν ψευδοδοξίαν, ἄγνοιαν προβαλλόμενος καὶ τὴν ἀπ' ἄλλων συντυχίαν, ἀλλ' ὅτι γε καὶ μετὰ ταῦτα ἀναγνοὺς τὴν Πεντάλογον ἀπέφηνας αὐτὴν πεντάφωτον εἶναι. νῦν δέ, ὡς ἔοικεν, ἀντιθέτως αὐτὴν ὑπολαμβάνεις, ὅλην σου τὴν ὁμιλίαν ὁμοίαν σοι τῆς πρὶν ἀγνοίας, μᾶλλον δὲ καὶ πλέον ἀπεχθανομένην τοῖς ὑπὸ τῆς ταπεινώσεώς μου ῥηθεῖσι πνεύσας. καὶ εἰ μὲν ἐμοῦ λόγια, ἐπειδὴ σκοτεινός, οὐδὲν θαυμαστόν· ἐπειδὴ δὲ διὰ φωνῆς Κυρίου, ἀποστόλων τε καὶ προφητῶν, πρὸς καὶ θεοφόροις πατράσιν ἐναποδέδεικται, ὅτι αἵρεσις χαλεπωτάτη, βλεπέτω σου ἡ σύνεσις καὶ εἰτινοσοῦν ἄλλου ὁμογνωμονοῦντός σοι ποῦ προσκρούειν μέλλετε. αἱ γὰρ παρ' ὑμῶν προτάσεις περὶ τοῦ μὴ εἶναι αἵρεσιν, σύγγνωτε, οὐκ ἐκ φωνῆς Κυρίου οὐδὲ ἐκ στόματος ἁγίου, προφητικῶς δὲ εἰπεῖν ἐκ γῆς φωνούντων καὶ ἐκ νόμων ἀλλοκότων, πληθύος τε τῆς φόβῳ ἀνθρωπίνῳ πάντα λέγειν ἐπιτρεπομένης. φαίης γὰρ ὅτι πάντες φίλοι καὶ εὐσεβεῖς, γνωστικοί τε καὶ ἰδιῶται ἐκμαίνονται ἀκούοντες ὅτι αἵρεσις, παράστασιν ταῦτα προβαλλόμενοι, ὅτι "4μηδενὸς ἀνθισταμένου καὶ διδάσκοντος τοῦ μοιχεύειν καὶ λύειν τοὺς ἀνιέρους, πῶς καλέσομεν αὐτοὺς αἱρετικούς; παραβάτας γὰρ τῶν ἐντολῶν τοῦ Κυρίου καὶ καταπατητὰς τῶν θείων κανόνων καὶ ἀνιέρους δίκαιον"5. Πῶς οὖν οὐκ ἔστιν ἐκπλαγῆναι πρῶτον εἰς τὴν ὑμῶν ἐμμέλειαν, τὰ αὐτὰ πολλάκις δῆθεν ἐκείνων προσάγουσαν καὶ ἀντακούουσαν τἀληθῆ, ἃ καὶ παῖδας πείθειν δύναιτ' ἄν, εἶτα αὖθις τὰ αὐτά, ὥσπερ ἐπιλαθομένην τὰ πρότερον ἀκουσθέντα, ἐπάγουσαν μετὰ σφοδροτέρας τῆς ἀπορίας καὶ καθάψεως ἡμῶν, ὡς ἀλόγως λεγόντων αἵρεσιν; οὕτω μέν μοι τὸ περὶ ὑμᾶς ἐκπληκτικόν. περὶ δὲ τῶν ἐναντίων ἐκεῖνα εἰμὶ λέγων· πῶς, ὃ ἐκήρυξαν συνοδικῶς καὶ ἐβεβαίωσαν ὑπ' ἀναθέματι τῶν ἀντιπιπτόντων τῷ δόγματι, ἤτοι τῇ οἰκονομίᾳ αὐτῶν, καὶ ἔτι καθ' ἑκάστην ἐμπράκτως διδασκόντων, μὴ κηρύσσειν μηδὲ διδάσκειν λέγουσιν; ὑπὲρ τίνος ἐγὼ ὁ ταπεινὸς ἐνταῦθα ἀπόκλειστος; ὑπὲρ τίνος ὁ πατήρ μου ὁ ἐγκλειστὸς τεταλαιπώρηται, μεμονωμένος τὸ πρίν, ἔπειτα παραρρεριμμένος ἐν ᾧ περιώρισται τόπῳ; ὑπὲρ τίνος ὁ ἀρχιεπίσκοπος ὡς κατ' αὐτοὺς καθῃρημένος καὶ ἐν πολλῇ στενοχωρίᾳ παραγγελίᾳ τε καὶ ἀσφαλείᾳ, ὡς καὶ τροφὴν μέτρου λαμβάνειν αὐτὸν παρακελευσθέντων τῶν τροφοδοτῶν, εἶτα ἐν τῷ παλατίῳ μετεγκλεισθείς, ἄρτι τε ἐν