1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

61

σεισμὸς φοβερὸς ἐν Κωνσταντινουπόλει μηνὶ Σεπτεμβρίῳ κεʹ, ἰνδικτιῶνι αʹ, καὶ ἔπεσον ἐκκλησίαι πολλαὶ οἰκίαι 126 τε καὶ ἔμβολοι ἕως ἐδάφους, κατεχώσθη δὲ πλήθη ἀναρίθμητα ἀνθρώπων· ἔπεσε δὲ καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ Φόρου καὶ ἡ στήλη τοῦ μεγάλου Θεοδοσίου, ἡ εἰς τὸν κίονα τοῦ Ταύρου, καὶ τὰ ἔσω τείχη ἐπὶ διάστημα ἱκανόν· καὶ ἐκράτησεν ὁ σεισμὸς χρόνον πολύν, ὥστε τὴν πόλιν ἐποζέσαι. Στέφανος δὲ ψήφῳ κοινῇ προβληθεὶς εἰς Ἀντιόχειαν ὑπὸ τῶν Πέτρου τοῦ Κναφέως ὁμοφρόνων ὡς Νεστοριανὸς πρὸς Ζήνωνα κατηγορήθη. ἀλλὰ τοῦτον ἀνατολικὴ σύνοδος εἰς Λαοδίκειαν συνελθοῦσα κελεύσει τοῦ βασιλέως ὡς ἀνεύθυνον τῷ θρόνῳ ἀπεκατέστησεν. Τῷ δ' αὐτῷ ἔτει Θευδέριχος ὁ Τριαρίου, ὁ καὶ Στραβός, ἀδελφόπαις τῆς γαμετῆς Ἄσπαρος, τοῦ ὑπὸ Λέοντος ἀναιρεθέντος, ἐπανέστη τῷ Ζήνωνι μετὰ πλήθους βαρβάρων, οἰκειωθεὶς τῷ Βασιλίσκῳ καὶ στρατηγὸς ὑπ' αὐτοῦ γεγονώς. μετὰ δὲ τὴν ἐπάνοδον Ζήνωνος εἰς τὴν Θρᾴκην ἐξελθὼν ἐκεῖθεν ἐπανέστη καὶ τὰ περὶ τὸ Βυζάντιον πάντα μέχρι τοῦ στομίου τοῦ Πόντου ληϊσάμενος, εἶτα καὶ μέλλων ὑπὸ τῶν οἰκείων προδίδοσθαι, αἰσθόμενος τῆς ἐνέδρας καὶ ἐπανελθὼν ἀναιρεῖ τοὺς τοῦτο βουλευομένους. τελευτᾷ δὲ αὐτὸς δόρατι περιπεσὼν πρὸ τῆς αὐτοῦ σκηνῆς ἑστῶτι αἰφνιδίως ἐν τῷ περιβαίνειν τὸν ἵππον. Κόσμου ἔτη εϠοαʹ. Τῆς θείας σαρκώσεως ἔτη υοαʹ. Ῥωμαίων βασιλεὺς Ζήνων ἔτη ιζʹ. εʹ. Περσῶν βασιλεὺς Οὐαλᾶς ἔτη δʹ. γʹ. Ῥώμης ἐπίσκοπος Σιμπλίκιος ἔτη ιδʹ ιʹ. Κωνσταντ. ἐπίσκοπος Ἀκάκιος ἔτη ιζʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀναστάσιος ἔτη ιηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη δʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἔτη γʹ. βʹ. Τούτῳ τῷ ἔτει Μαρκιανός, ὁ παῖς Ἀνθεμίου τοῦ κατὰ τὴν Ῥώμην βασιλεύσαντος, ἀνὴρ δὲ Λεοντίας, τῆς Βερίνης μὲν θυγατρός, ἀδελφῆς δὲ Ἀρεάδνης τῆς βασιλίδος, ἐπανίσταται κατὰ τὸ Βυζάντιον Ζήνωνι τῷ βασιλεῖ, ὡς μετὰ τὴν βασιλείαν Λέοντος γεννηθείσης Λεοντίας, τῆς αὐτοῦ γαμετῆς· ἡ γὰρ Ἀρεάδνη πρὸ τοῦ βασιλεῦσαι αὐτὸν ἐτέχθη. πολέμου δὲ κραταιοῦ μεταξὺ Ζήνωνος καὶ Μαρκιανοῦ κροτηθέντος, νικᾷ Μαρκιανὸς κατὰ κράτος πάντας συνελάσας τοὺς 127 περὶ Ζήνωνα εἰς φρουρὰν εἰς τὰ βασίλεια, συμμαχούντων αὐτῷ Ῥωμύλου καὶ Προκοπίου τῶν ἀδελφῶν αὐτοῦ, καὶ μικροῦ δεῖν τὸ βασίλειον κατέσχεν. ὀλιγωρήσας δὲ τῶν πραχθέντων καὶ εἰς δεῖπνα καὶ ὕπνον τραπεὶς πολλούς τε διὰ τῆς νυκτὸς ἀφαιρεθεὶς τῶν αὐτῷ συμμάχων ὑπὸ Ἴλλου μαγίστρου δώροις αὐτοὺς ὑποπείσαντος, ἐλαττοῦται τῇ μάχῃ κατὰ τὴν ἐφεξῆς τοσοῦτον, ὡς εἰς τὸ τῶν ἀποστόλων εὐκτήριον καταφυγεῖν καὶ ὑπὸ Ἀκακίου χειροτονηθῆναι πρεσβύτερον κατὰ κέλευσιν Ζήνωνος· καὶ ἐξορίζεται εἰς τὸ Παπυρίου καστέλλιν εἰς Καππαδοκίαν. Προκόπιος δὲ καὶ Ῥώμυλος, οἱ ἀδελφοὶ αὐτοῦ, τῇ νυκτὶ λουόμενοι εἰς τὸν Ζεύξιππον ἐχειρώθησαν ὑπὸ Ἴλλου, οἳ καὶ διαφυγόντες τὴν Ῥώμην κατέλαβον. ϛʹ. δʹ. ιαʹ. θʹ. δʹ. γʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐβουλεύσατο Ἴλλος ὁ μάγιστρος τῷ βασιλεῖ Ζήνωνι, ὅπως Βερίναν, τὴν πενθερὰν αὐτοῦ, ἐκβάλῃ τῆς πόλεως. καὶ δόλῳ τινὶ πέμψας αὐτὴν εἰς Χαλκηδόνα μετ' ὀλίγον δὲ εἰς τὸ Παπυρίου καστέλλιν ταύτην ἀπέστειλε συνδιάγειν Μαρκιανῷ καὶ Λεοντίᾳ τῇ ἰδίᾳ θυγατρί. ἡ δὲ ἔγραψε πρὸς τὴν ἰδίαν θυγατέρα Ἀρεάδνην παρακαλοῦσα ἀνακληθῆναι τῆς ἐξορίας· καὶ παρεκάλει ἡ βασίλισσα τὸν Ζήνωνα. ὁ δὲ ἔφη αὐτῇ· "αἴτησαι τὸν πατρίκιον Ἴλλον περὶ αὐτῆς." ἡ δὲ μεταστειλαμένη ᾔτησεν αὐτὸν μετὰ δακρύων. ὁ δὲ οὐκ ἐπείσθη εἰπών· "ζητεῖς ἵνα ποιήσῃς καὶ ἄλλον βασιλέα. κατὰ τοῦ σοῦ ἀνδρός." τότε θυμωθεῖσα Ἀρεάδνη εἶπε τῷ βασιλεῖ, ὅτι "ἢ Ἴλλος ἔχει εἶναι εἰς τὸ παλάτιον, ἢ ἐγώ·" καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, ὅτι "ἐγὼ σὲ θέλω. εἴ τι δύνῃ εἰς αὐτόν, ποίησον. ἡ δὲ κατεσκεύασε φονευθῆναι αὐτόν, καὶ κελεύει Οὐρβικίῳ κουβικουλαρίῳ προτρέψασθαί τινα τοῦ ἀνελεῖν τὸν Ἴλλον. καὶ ἀνερχομένου αὐτοῦ εἰς τὸν κοχλίαν τοῦ ἱππικοῦ, σχολάριος ὀνόματι Σπανίκιος ἐπιτραπεὶς κατὰ τῆς κεφαλῆς αὐτοῦ