1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

62

Ἅλυν. Καὶ μὴ δυναμένου αὐτοῦ ἀντιπαρατάξασθαι αὐτούς, ἐβουλεύετο καθ' ἑαυτὸν ὁ Κώνστας μηδαμῶς ἄλλως δύνασθαι τοὺς Σαρμάτας ἐκδιῶξαι, εἰ μήτι γε τῶν πλησιοχώρων τῆς Βοσποριανῶν καὶ τῆς Μαιώτιδος λίμνης τινὰς κατ' αὐτῶν ἐκπεμφθῆναι εἰς πόλεμον καὶ τὰς τούτων φαμιλίας ἐκπορθῆσαι, ὅπως ταῦτα ἀκούσας ὁ Σαυρόματος ὑποστρέψῃ ἐκ τοῦ πολέμου, καὶ ταῦτα μηνῦσαι τῷ βασιλεῖ, ἐφ' ᾧ τε ἀποστεῖλαι κατὰ τῶν Χερσωνιτῶν καὶ τούτους διεγεῖραι κατὰ τῶν Σαρματῶν, ὡς πλησιοχώρων αὐτῶν ὄντων, καὶ πολεμῆσαι τὰς αὐτῶν φαμιλίας πρὸς τὸ τὸν Σαυρόματον ἀκούσαντα τὸ τάχος ὑποστρέψαι ἐκ τοῦ πολέμου. Ὁ δὲ βασιλεὺς ∆ιοκλητιανὸς ταῦτα ἀκούσας, ἀπέστειλεν εὐθέως κατὰ τῶν Χερσωνιτῶν, προτρεπόμενος συμμαχῆσαι αὐτῷ καὶ ἀπελθόντας τὴν Βοσποριανῶν καὶ Σαρματῶν χώραν ἐκπορθῆσαι καὶ τὰς τούτων φαμιλίας αἰχμαλωτίσαι. Στεφανηφοροῦντος δὲ τότε καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν Χρήστου, τοῦ Παπίου, οἱ Χερσωνῖται τοῖς τοῦ βασιλέως ῥήμασιν ἀσμένως ὑπακούσαντες, ἐμηχανῶντο λοιπόν, ποίῳ τρόπῳ δυνηθεῖεν τήν τε τοῦ Σαυρομάτου πόλιν Βόσπορον καὶ τὰ τῆς Μαιώτιδος καστέλλια παραλαβεῖν. Καὶ συναθροίσαντες τοὺς τῶν πλησιοχώρων καστελλίων ἄνδρας καὶ κατασκευάσαντες ἅρματα πολεμικὰ καὶ ἐνθέντες ἐν αὐτοῖς τὰς λεγομένας χειροβολίστρας, παρεγένοντο κατὰ τὴν Βοσποριανῶν πόλιν, καὶ ποιήσαντες ἐγκρύμματα διὰ τῆς νυκτὸς ὀλιγοστοὶ προσῆψαν τὸν πόλεμον τῇ πόλει, καὶ τειχομαχήσαντες ἀπὸ ὄρθρου ἕως ὥρας τρίτης, ἐτεκμήραντο τοῦ φυγεῖν, μὴ προδείξαντες τὰς ἐν τοῖς ἅρμασι κατασκευασμένας χειροβολίστρας. Καὶ δὴ τῶν ἐν τῇ Βοσπόρῳ νομισάντων ὡς δι' ὀλιγότητα ἡττημένους φεύγειν τοὺς Χερσωνίτας, καταθαρρήσαντες ἑαυτῶν ἐξῄεσαν πρὸς δίωξιν αὐτῶν. Οἱ δὲ Χερσωνῖται ἠρέμα, φησί, φεύγοντες ταῖς χειροβολίστραις τοὺς διώκοντας ἀνήλισκον Βοσποριανούς, ἀναστάντες δὲ καὶ οἱ ἐνεδρεύοντες Χερσωνῖται, καὶ περικυκλώσαντες τοὺς Βοσποριανούς, πάντας αὐτοὺς κατέσφαξαν, καὶ ὑποστρέψαντες κατέλαβον τὴν Βόσπορον, ὁμοίως δὲ καὶ τὰ πρὸς τὴν Μαιώτιδα λίμνην καστέλλια καὶ πάσας τὰς φαμιλίας τῶν Σαυρομάτων, καὶ ἐκαθέζοντο ἐν τῇ Βοσπόρῳ, μηδένα τοῦ λοιποῦ κατασφάζοντες, πλὴν τῶν πολεμησάντων, καὶ ἐχόμενοι Βοσπόρου, ἐφύλαττον αὐτήν. Ἡμερῶν δέ τινων διαγενομένων, λέγει Χρῆστος, ὁ τοῦ Παπίου ταῖς τῶν Σαυρομάτων γυναιξίν, ὅτι· "Ἡμεῖς οὐκ εἴχαμεν χρείαν ὑμᾶς πολεμεῖν, ἀλλ' ἐπειδὴ ὁ Σαυρόματος ἀπῆλθεν τὴν τῶν Ῥωμαίων χώραν πορθῆσαι, τούτου χάριν προτραπέντες ἡμεῖς παρὰ τοῦ βασιλέως Ῥωμαίων, ὡς ὑπήκοοι αὐτοῦ ὄντες, ἐπολεμήσαμεν ὑμᾶς. Ἐὰν οὖν θέλετε ζῆσαι ἐν τῇ πόλει ὑμῶν, δεῦτε ἀποστείλωμεν πρέσβεις πρὸς τὸν κύριον ὑμῶν, Σαυρόματον, ἐφ' ᾧ τε αὐτὸν ποιῆσαι εἰρήνην μετὰ τῶν Ῥωμαίων ἐπ' ὄψεσι τῶν πρέσβεων ἡμῶν καὶ ἀναχωρῆσαι τῶν ἐκεῖσε, καὶ ἡμεῖς ἀφίομεν ὑμᾶς, καὶ ἀπερχόμεθα ἐν τῇ πόλει ἡμῶν, οὕτω μέντοι, προπέμποντος Σαυρομάτου ἐνταῦθα τοὺς πρέσβεις ἡμῶν καὶ μετὰ τῶν ἰδίων ἀνθρώπων μηνύοντος ἡμῖν τὰ τῆς εἰρήνης, καὶ οὕτως ἀφίομεν ὑμᾶς καὶ ἀναχωροῦμεν· εἰ δὲ καὶ δοκιμάσῃ Σαυρόματος δόλῳ τινὶ ἔρχεσθαι, ὡς νομίζων ἡμᾶς ἐνταῦθα συγκλεῖσαι καὶ πολεμῆσαι, καὶ γνῶμεν τοῦτο διὰ τῶν σκουλκατώρων ἡμῶν, πάντας ὑμᾶς ἀπὸ μικροῦ ἕως μεγάλου κατασφάξομεν, καὶ οὕτως ἀναχωροῦμεν τῶν ἐντεῦθεν. Καὶ τί τὸ λοιπὸν Σαυρομάτῳ ὄφελος, τῆς φαμιλίας αὐτοῦ πάσης καὶ τῆς πόλεως ἀπολλυμένης;" Αἱ δὲ γυναῖκες Σαυρομάτου ταῦτα ἀκούσασαι, σπουδαίως τοῦτο γενέσθαι παρεσκεύασαν. Καὶ δὴ ἀποστέλλουσιν οἱ Χερσωνῖται μετὰ Βοσποριανῶν καὶ ἰδίους πέντε πρέσβεις πρὸς Σαυρόματον, μηνύοντες αὐτῷ τὰ γενόμενα καὶ λεχθέντα. Καὶ δὴ τῶν πρέσβεων καταλαβόντων τὸν Σαυρόματον κατὰ τοὺς τοῦ Ἅλυος ποταμοῦ τόπους, ἀνήγγειλαν αὐτῷ πάντα τὰ γενόμενα κατὰ τῶν Βοσποριανῶν παρὰ τῶν Χερσωνιτῶν. Ὁ δὲ ἐν πολλῇ στενώσει γενόμενος, ὡς δῆθεν, φησί, βουλόμενος τοὺς τῶν Χερσωνιτῶν πρέσβεις ἐκ τῆς ὁδοιπορίας ἀναπαῦσαι,