1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

62

Ἰουδαίων καὶ τῶν λοιπῶν αἱρετικῶν, ἵνα μὴ τῷ συσχολάζειν αὐτοῖς παγίδας λάβωμεν ταῖς ἑαυτῶν ψυχαῖς, ὅπως μὴ συναναστρεφόμενοι ταῖς ἑορταῖς αὐτῶν, αἵτινες ἐπὶ τιμῇ τῶν δαιμόνων ἐπιτελοῦνται, κοινωνήσωμεν αὐτοῖς καὶ τῆς ἀσεβείας. Φευκτέαι δὲ αὐτῶν καὶ αἱ πανηγύρεις καὶ τὰ ἐν ταύταις ἐπιτελούμενα παίγνια· πιστὸν γὰρ ἐν πανηγύρει οὐ χρὴ παραβάλλειν πλεῖον τοῦ σωμάτιον πρίασθαι καὶ ψυχὴν περιποιήσασθαι καὶ ἕτερά τινα ὠνήσασθαι τῶν πρὸς σύστασιν ἁρμοζόντων. Ἀπέχεσθε οὖν πάσης τῆς τῶν εἰδώλων πομπῆς, φαντασίας, πανηγύρεως, συμποσίων, μονομαχίας, καὶ πάσης θέας δαιμονικῆς. Oἱ δὲ νεώτεροι τῆς Ἐκκλησίας, ἐν πάσαις ταῖς χρείαις ἀόκνως λειτουργεῖν σπουδάζετε, μετὰ πάσης σεμνό τητος τοῖς ἔργοις ὑμῶν σχολάζετε, ὅπως ἐν παντὶ τῷ χρόνῳ ὑμῶν ἦτε ἐπαρκοῦντες καὶ ἑαυτοῖς καὶ τοῖς πενομένοις, πρὸς τὸ μὴ ἐπιβαρεῖν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν. Καὶ γὰρ καὶ ἡμεῖς, σχολάζοντες τῷ λόγῳ τοῦ Eὐαγγελίου, ὅμως καὶ τῶν ἐπεργίων οὐκ ἀμελοῦμεν· οἱ μὲν γάρ εἰσιν ἐξ ἡμῶν ἁλιεῖς, οἱ δὲ σκηνοποιοί, οἱ δὲ γῆς ἐργάται, πρὸς τὸ μηδέποτε ἡμᾶς ἀργοὺς εἶναι. Λέγει δέ που καὶ ὁ Σολομών· «Ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γίνου ἐκείνου σοφώτερος· ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε, ὡς ἐργάτης ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπορεύεται· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινὴ δέ ἐστι καὶ ἐπίδοξος, καίπερ οὖσα τῇ ·ώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. Καὶ ἑξῆς· «Ἕως πότε, ὦ ὀκνηρέ, κατάκεισαι, πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στῆθος· εἶτα παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, καὶ ἡ ἔνδεια ὥσπερ κακὸς ἀνὴρ ἀπαυτομολήσει.» Καὶ πάλιν· «Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων.» Καὶ ἐν ἄλλοις φησίν· «Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ.» Καὶ ἑξῆς· «Κρύψας ὁ ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ οὐ δυνήσηται ἀπενεγκεῖν εἰς τὸ στόμα αὐτοῦ.» Καὶ πάλιν· «∆ιὰ ἀργίαν χειρῶν ταπεινωθήσεται ἡ δόκωσις.» Ἐργάζεσθε οὖν ἐνδελεχῶς· ἀθεράπευτος γάρ ἐστιν ἀργοῦ μῶμος. Eἰ δέ