1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

62

καὶ ἑρπετῶν». ἀλλ' ἐπεὶ πάντα τὸν περὶ τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ' ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ' ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις, σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν 3.13.6 δύναμιν ἀποθαυμάζειν, ἀλλ' οὐ πολλὰς ἡγεῖσθαι. οὐδὲ γὰρ ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσαύτας χρῆν ἡμᾶς τὰς ψυχὰς ἔχειν ἡγεῖσθαι οὐδὲ τοσούτους ποιητὰς καὶ δημιουργοὺς τοῦ σώματος νομίζειν, ἀλλὰ καὶ ψυχὴν μίαν τὸ πᾶν σῶμα κινεῖν καὶ μίαν 3.13.7 δημιουργὸν δύναμιν τὸ πᾶν ζῷον τεκτήνασθαι. οὕτω δῆτα καὶ ἐπὶ τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος καὶ ἐκ μιᾶς τῆς σωματικῆς ὕλης συνεστῶτος, εἰς μέρη δὲ πλεῖστα διῃρημένου καὶ μίαν τῶν ὅλων φυσικὴν συμπάθειαν ὑποφαίνοντος κρᾶσίν τε καὶ μῖξιν τῶν ἐν αὐτῷ στοιχείων ἀλλοιώσεις τε καὶ μεταβολὰς αὐτῶν εἰς ἑαυτά, ὅλον δὲ καὶ τὸ πᾶν ἕνα κόσμον καὶ μίαν ἁρμονίαν ἐπιδεικνυμένου, οὐ πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργοὺς δυνάμεις, μόνην 3.13.8 δὲ θεολογεῖν τὴν ὡς ἀληθῶς «θεοῦ δυνάμιν καὶ θεοῦ σοφίαν». ὁ δὲ καὶ τὰς Αἰγυπτιακὰς μυθολογίας πάλιν ἐπὶ ἀσωμάτους μεταφέρει δυνάμεις, λαθὼν ὁ σοφώτατος αὐτὸς ἑαυτόν. ἀκήκοας γὰρ ἐν τοῖς πρόσθεν ὅπως τὸν Χαιρήμονα καὶ πλείους ἄλλους ὡμολόγει μηδ' ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγεῖσθαι ἐν ἀρχῆς τε λόγῳ τίθεσθαι τοὺς Αἰγυπτίους· τούτους γὰρ πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμη3.13.9 νεύειν. εἰ δὴ οὖν κατὰ τὴν αὐτῶν ὁμολογίαν Αἰγυπτίων ἦν τὸ μηδὲν ἀνάγειν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας, πάντα δὲ τὰ περὶ θεῶν αὐτοῖς μυθολογούμενα ἐπὶ τὰ φυσικὰ τοῦ κόσμου μέρη μεταφέρειν, τί δὴ ἐξ ὑπαρχῆς εὑρησιλογοῦντες Αἰγυπτίοις τὰ μηδαμῶς αὐτῶν οἰκεῖα προσγράφουσιν, ἐπὶ δυνάμεις ἀσωμάτους φάσκοντες αὐτοὺς τὴν ἀναφορὰν τῆς θεολογίας αὐτῶν ποιεῖσθαι; καθόλου μὲν οὖν ταῦτα αἰτιατέον. 3.13.10 Καὶ ἐπὶ τῶν κατὰ μέρος δὲ ἡγοῦμαι τὸν ἔλεγχον τῆς κατηναγκασμένης ἀποδόσεως αὐτῶν οὐ μακρᾶς ἀνασκευῆς δεῖσθαι. ἵνα γὰρ τὸν Αἰγυπτιακὸν παρελθών τις λῆρον καὶ τὴν πολλὴν αὐτῶν καὶ ἀδόλεσχον φλυαρίαν ἐπὶ τὰς τῶν σοφῶν Ἑλλήνων μετέλθοι φυσιολογίας, τίς οὐκ ἂν τῶν εὖ φρονούντων αὐτόθεν καταμέμψαιτο τοῖς τὰ τοιαῦτα παρεξηγεῖσθαι πειρωμένοις; 3.13.11 ἔστω γὰρ ὁ Ζεὺς μηκέθ' ἡ πυρώδης καὶ αἰθέριος οὐσία, ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ' αὐτὸς ὁ ἀνωτάτω νοῦς, ὁ τῶν ὅλων δημιουργικός, ὁ τὰ πάντα ζῳογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον, Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν; τὴν γὰρ Ἥραν οὐκ οἶδ' ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι 3.13.12 τοῦ κοσμοποιοῦ καὶ ζῳοποιοῦ πάντων νοῦ. ἀλλὰ καὶ ἡ Λητὼ πάλιν ληθώ τις καλείσθω, διὰ τὴν κατὰ τὸν ὕπνον, ὥς φασιν, ἀναισθησίαν καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς. πῶς ἂν οὖν ἡ λήθη γένοιτ' ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παί3.13.13 δων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων; τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν ∆ήμητραν, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες 3.13.14 τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν; τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν καὶ τὴν τῶν ἀκροδρύων γένεσιν ἢ τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθῶν καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, ∆ιόνυσον καὶ Ἄττιν καὶ Ἄδωνιν ἐπονομάζοντας, ὡς θεοὺς χρῆναι σέβειν, οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀνθρώπειον γένος προτιμᾶν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς θεὸς ὑπεστήσατο; 3.13.15 Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ τὸν ὅμοιον τρόπον τῆς γενναίας ἀπελέγξεις φυσιολογίας, εὐλόγως τῆς ἀναισχυντίας ἐπιμεμψάμενος τοῖς, φέρε, τὸν ἥλιον αὐτὸν εἶναι τὸν Ἀπόλλω καὶ