62
μικρὸν δὲ καὶ δεύτερος ἐλθὼν ἀπήγγειλε τὰ ἴσα, καὶ οὐδ' αὐτὸς ἀξιόχρεως εἰς πίστιν ἐδόκει· τρίτος δὲ μετ' ἐκείνους ἐλθὼν, ὅτι τε ἐτεθνήκει ἔλεγεν ὄντως καὶ ὡς αὐτὸς αὐτὸν ἴδοι ἀπὸ τοῦ κρημνοῦ εἰς Κόψιν ἀναγόμενον ἐπὶ κλίνης τεθνηκότα ἐπὶ τῷ τυχεῖν ὁσίας· καὶ ἐπεπίστευτο οὗτος ὅτι τε Ῥωμαῖος ἦν καὶ ἀπόδειξιν ἐναργῆ παρείχετο τὴν ὄψιν. ἐδό 1.177 κει δὴ οὖν διὰ ταῦτα τῷ βασιλεῖ οὐ μαχητέα εἶναι πρὸς Μιχαήλ. οὐ γὰρ ἦν ἀξιόμαχος τοῖς πολεμίοις τότε ἡ τῶν Ῥωμαίων στρατιὰ, ἅμα μὲν διὰ τὸ τοῖς ὀρεινοῖς ἐνστρατοπεδεύειν αὐτοὺς καὶ φάραγγας βαθείας περιβεβλῆσθαι, τοξείαν ἔχοντας πολλὴν μέγιστα βλάπτειν ἐν ταῖς δυσχωρίαις δυναμένην· ἅμα δ' ὅτι καὶ τῆς παρεῖναι πρὸς τὴν μάχην στρατιᾶς Ῥωμαίων ὀφειλούσης ἀπελείπετο οὐκ ὀλίγη. οἵ τε γὰρ ὑπὸ Βοησίλαν τεταγμένοι περὶ τρισχιλίους ὄντες, διὰ τὴν Βοησίλα τελευτὴν οὐκ ἦσαν προσδόκιμοι παραγενήσεσθαι, καὶ ἐν ταῖς κατὰ τὴν Φιλιππούπολιν τειχομαχίαις πολλοὶ γενόμενοι τραυματίαι, ἀπέθανον γὰρ οὐ πλείους τῶν τριῶν, οἴκαδε ἕκαστος ἀπῆλθον θεραπευθησόμενοι· καὶ παρὰ Βρυεννίῳ διὰ τὴν Στενιμάχου καὶ τῶν ἄλλων πόλεων φυλακὴν κατελείποντο ἱκανοί. δι' ἃ δὴ πάντα λυσιτελεῖν μᾶλλον ἐδόκει τῷ βασιλεῖ μὴ μαχεσάμενον ἀναστρέφειν· ἐπανῆκεν οὖν εἰς Ἀδριανούπολιν βαρέως ἐνεγκὼν, ὅτι οὐκ ἐξεγένετο αὐτῷ τιμωρήσασθαι τοὺς πολεμίους. μετὰ δὲ ὀγδόην ἡμέραν ἀφίκετο πρὸς βασιλέα γράμματα Βοησίλα λέγοντα ὅτι ζῇ· μύκητας δὲ φαγὼν, τῶν περὶ τὴν καρδίαν μορίων νεκρωθέντων, κάρῳ κατασχεθῆναι καὶ ἀναισθησίᾳ βαθείᾳ ἐφ' ἡμέραις τρισὶν, ὡς δοκεῖν ἤδη ἀπηλλάχθαι τοῦ ζῇν, μετὰ δὲ ταύτας τῶν περὶ αὐτὸν θηριακῇ καὶ τοῖς παρὰ τῶν ἰατρῶν λεγομένοις ἀντιδότοις χρησαμένων, μόλις εἰς αἴσθησιν ἐπαναγαγεῖν. λζʹ. Τοιαῦτα μὲν ἐγένετο κωλύματα τῷ νέῳ βασιλεῖ τοῦ 1.178 μὴ πρὸς Μιχαὴλ τὸν Μυσῶν βασιλέα διαγωνίσασθαι καὶ τοὺς συμμάχους. αὐτὸς δὲ Μιχαὴλ τὰς μὲν πολιορκουμένας πόλεις παρεστήσατο ὁμολογίᾳ τὴν ἐκ βασιλέως Ῥωμαίων ἀπηγορευκυίας ἐπικουρίαν· πρὸς δὲ τὴν Φιλιππούπολιν στρατιάν τε ἀκμάζουσαν ἑτέραν ὥστε φρουρεῖν αὐτὴν ἀπέστειλε καὶ στρατηγόν· τὸν δὲ Ἰβάνην καὶ τοὺς πολιορκηθέντας στρατιώτας ἅμα τοῖς σφετέροις στρατηγοῖς μετεκαλεῖτο ὡς ἀμειψόμενος τῶν πόνων ἕνεκα καὶ τῆς ἀνδρίας, ἣν ἐν τῷ πολιορκεῖσθαι ἐπεδείξαντο. ὁ δὲ τῆς πεμφθείσης στρατιᾶς στρατηγὸς ἐπειδὴ ἐγγὺς Φιλιππουπόλεως ἦν, πέμψας πρὸς Ἰβάνην, τήν τε ἄφιξιν αὐτῶν καὶ ἐφ' ὅ,τι ἥκοιεν ἐδήλου. Ἰβάνης δὲ ἅμα τοῖς ὑπ' αὐτὸν ἄρχουσι τῆς στρατιᾶς, καὶ τοὺς φρουροὺς ὅσοι ἦσαν παραλαβὼν, εἰς ὑπάντησιν ἐξῆλθε τῶν ἐρχομένων, καὶ διενυκτέρευσεν ἔξω μετ' αὐτῶν ὡς ἐς τὴν ὑστεραίαν αὐτοῖς τὴν πόλιν παραδώσων. ὑπὸ δὲ τὴν αὐτὴν νύκτα καὶ ὁ Βρυέννιος εἰς Φιλιππούπολιν ἐνήδρευσεν ἐλθὼν, ὡς ἅμα ἕῳ τὰ τῆς πόλεως βοσκήματα διαρπάσων. πυθόμενος δὲ, ὡς ὁ Ἰβάνης καὶ ἡ φρουροῦσα στρατιὰ ἅμα τοῖς σφετέροις στρατηγοῖς εἰς ὑπάντησιν ἐξῄεσαν τῶν διαδεξομένων, ἀναστὰς ἦλθεν ἐγγὺς τειχῶν. οἱ δὲ κατοικοῦντες τὴν πόλιν νομίσαντες καιρὸν εἶναι τῶν Μυσῶν ἑαυτοὺς ἐλευθεροῦν, ἀνοίξαντες τὰς πύλας, τὸν Βρυέννιον ἅμα τῇ Ῥωμαίων εἰσεδέξαντο στρατιᾷ. καὶ ὃ βασιλεὺς διὰ τῆς χρονίου πολιορκίας καὶ τῶν πολλῶν καὶ συνεχῶν οὐκ ἠδυνήθη καταπράξασθαι τειχομαχιῶν, τοῦτο Βρυέννιος, θεοῦ συναιρομένου, κατώρθωσεν ἀπόνως, καὶ τὴν Φιλιππούπολιν ἀνε 1.179 σώσατο Ῥωμαίοις. ὁ δὲ Ἰβάνης ἅμα ἕῳ τὴν ἅλωσιν τῆς πόλεως πυθόμενος καὶ οἱ ἄλλοι, ἀνεχώρησαν ἐπ' οἴκου. μετὰ δὲ τοῦτο Μιχαὴλ ὁ τῶν Μυσῶν βασιλεὺς τῷ Βοησίλᾳ τῆς τε Κόψεως καὶ ἑτέρων τεττάρων κρατοῦντι φρουρίων ἐπέκειτο σφοδρῶς, καὶ ἐπολιόρκει πέμπων στρατιάν. μέχρι μὲν οὖν ἐνιαυτοῦ καὶ περαιτέρω ὁ Βοησίλας πρὸς τὸν πόλεμον ἀντεῖχεν ἰσχυρῶς, καὶ τοῦ βασιλέως βοηθοῦντος καὶ χρήμασι καὶ ἵππῳ καὶ πεζῇ στρατιᾷ. μετὰ δὲ τοῦτο διὰ τὰς συνεχεῖς ἐφόδους καὶ τὸ πανταχόθεν ἀποκεκλεῖσθαι τὰς πρὸς τὸ ζῇν ἀφορμὰς τοὺς ὑπ' αὐτὸν ὁρῶν τῷ Μιχαὴλ ταῖς γνώμαις προστιθεμένους, καταλιπὼν αὐτοὺς, ἀφίκετο πρὸς βασιλέα. οἱ δὲ ἑαυτούς