62
ἀπέκτεινεν απαντας. ἡ γὰρ ἀδελφὴ ̓Οχοζίου ̓Ιωσαβεὲ καλουμένη, ἀναιρουμένων τῶν υἱῶν τοῦ ἀδελφοῦ αὐτῆς, ἠδυνήθη ενα νήπιον οντα, ονομα ̓Ιωάς, ἀποκρύψαι, καὶ ετρεφεν αὐτὸν ἐπὶ ετη εξ λεληθότως. ἐν δὲ τῷ ἑβδόμῳ ̓Ιωδαὲ ὁ ἀρχιερεύς, ῳ συνῴκει ἡ ̓Ιωσαβεέ, προσκαλεσάμενός τινας τῶν ἑκατοντάρχων, ὑπέδειξεν ἐκείνοις τὸν ̓Ιωάς, καὶ κοινολογησάμενος τοῖς ἀνδράσι πείθει τῇ μὲν Γοθολίᾳ ἐπαναστῆναι, τῷ δὲ παιδὶ τὴν πατρῴαν βασιλείαν ἐπανασώσασθαι. οι καὶ ορκοις τὰς ὁμολογίας πιστώσαντες ἀπῆλθον καὶ συνήθροισαν τοὺς ἱερεῖς καὶ Λευίτας καὶ φυλάρχους πρὸς τὸν ̓Ιωδαέ. ὁ δὲ αὐτοῖς τὸν ̓Ιωὰς ἐνεφάνισε λέγων "ουτος ὑμῖν βασιλεὺς ἐκ σπέρματος τοῦ ∆αβίδ." καὶ τὸ ἱερὸν περιεκύκλωσε τῷ λαῷ, μέσον δὲ στήσας τὸν ̓Ιωὰς διάδημά τε αὐτῷ περιέθετο καὶ τὸ τῆς χρίσεως ελαιον καταχέας αὐτοῦ βασιλέα ἀπέδειξε· καὶ ὁ λαὸς ἐπευφήμησε. τῆς δὲ βοῆς ἡ Γοθολία ἀκούσασα, τῶν βασιλείων τεθορυβημένη ἐξέθορεν, ἑπομένης αὐτῇ καὶ τῆς στρατιᾶς. ἐλθοῦσαν δὲ εἰς τὸ ἱερὸν τὴν μὲν ἐντὸς οἱ ἱερεῖς εἰσεδέξαντο, τοῖς δὲ περὶ αὐτὴν τὸ πλῆθος ἀπεῖρξε τὴν 1.156 εισοδον. ἡ δὲ τὸν παῖδα ἐστεμμένον ἰδοῦσα ἠπείλησεν ἀνελεῖν τοὺς τὴν ἀρχὴν αὐτῆς ἐπικεχειρηκότας. ̓Ιωδαὲ δὲ τοῖς ἑκατοντάρχαις ἐπέτρεψεν εξω τὴν Γοθολίαν ἑλκύσαντας ἀναιρῆσαι. καὶ οἱ μὲν ουτως ἐποίησαν, ̓Ιωδαὲ δὲ τόν τε βασιλέα καὶ τὸν λαὸν ωρκωσε τιμᾶν τὸν θεὸν καὶ τοὺς νόμους τηρεῖν. καὶ ἐπελθόντες αὐτίκα τῷ τοῦ Βάαλ ναῷ κατέσκαψάν τε αὐτὸν καὶ τὰ ἰνδάλματα τοῦ Βάαλ συνέτριψαν καὶ τὸν ἱερέα ἀπέκτειναν. τὸν δὲ βασιλέα ἐγκαθιστᾶσιν εἰς τὰ βασίλεια, ἑπταέτη τότε τυγχάνοντα. τῷ δὲ ἀρχιερεῖ ̓Ιωδαὲ τήν τε πρὸς τὸ θεῖον πίστιν τηρεῖσθαι καὶ τοὺς νόμους φυλάττεσθαι σφόδρα ἐμέλησεν. ̔Ηβήσας μέντοι ὁ βασιλεὺς καὶ γυναῖκας ἠγάγετο δύο. τοῦ δὲ ναοῦ καθαιρεθέντος εν τισι μέρεσι παρὰ Γοθολίας, ὁ ̓Ιωὰς ἀνακαινίσαι αὐτὸν προτεθύμητο. καὶ τὸν ἱερέα καλέσας ̓Ιωδαὲ ἐκέλευσε πέμψαι τοὺς αἰτήσοντας ἐκ πάσης τῆς χώρας εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ ὑπὲρ ἑκάστης κεφαλῆς ἀργυρίου ἡμίσικλον. ̓Ιωδαὲ δὲ φορτικὸν τοῦτο τῷ λαῷ συνεὶς λογισθήσεσθαι, ἑτέρως μέτεισι τῶν χρημάτων τὸν ερανον. κιβώτιον γάρ τι κατασκευάσας πάντοθεν κεκλεισμένον, τρῆμά τι πεποίηκεν ανωθεν ἐν αὐτῷ, καὶ εθετο αὐτὸ παρὰ τὸν ναόν, καὶ ἠξίου ἐμβάλλειν διὰ τοῦ τρήματος οσον ἑκάστῳ ην πρὸς βουλῆς εἰς ἀνακαινισμὸν τοῦ ναοῦ. οτι γοῦν εἰς τὴν ἑκάστου προαίρεσιν ἀνεῖτο τὸ δοθησόμενον, ἀνεπαχθῶς τε τὴν δόσιν πεποίηντο καὶ ἐφιλοτιμοῦντο περὶ τὴν τῶν χρημάτων καταβολήν, ωστε πολὺ χρυσίον ἀθροισθῆναι καὶ πλεῖστον ἀργύριον, ἐξ ων ο τε ναὸς ἐπεσκευάσθη καὶ σκεύη πολλὰ πρὸς τὰς θυσίας εἰργάσθησαν, αι φιλότιμοι μέχρις ἐβίω ̓Ιωδαὲ προσήγοντο τῷ θεῷ. ἐκείνου δὲ δικαίως καὶ κατὰ νόμον ζήσαντος ετη ἑκατὸν πρὸς 1.157 τριάκοντα καὶ ουτω τὸν βίον ἐκλελοιπότος, ἀμελῶς περὶ τὴν εἰς τὸ θεῖον διετέθη τιμὴν ὁ βασιλεὺς ̓Ιωάς, καί οἱ καὶ οἱ φύλαρχοι καὶ οἱ αλλως ἐξάρχοντες τοῦ πλήθους συνδιεφθάρησαν, καὶ προφητῶν δὲ διαμαρτυρομένων αὐτοῖς περὶ τῆς εἰς θεὸν ἀσεβείας, οἱ δὲ οὐκ ἐπαύσαντο. Ζαχαρίου δὲ τοῦ υἱοῦ τοῦ ἀρχιερέως ̓Ιωδαὲ προφητεύοντος καὶ παραινοῦντος τὸν βασιλέα καὶ τὸν λαὸν κατὰ νόμους ζῆν, ὁ ̓Ιωὰς χαλεπήνας καταλευσθῆναι αὐτὸν ἐκέλευσεν. ἀναιρούμενος δὲ ὁ προφήτης δικάσαι τὸν θεὸν ηυξατο ἀνθ' οτου τῆς ζωῆς στερεῖται παρὰ τοῦ εὐεργετηθέντος ἐκ τοῦ πατρὸς αὐτοῦ. καὶ μέντοι καὶ ταχέως ἐδίκασεν· ὁ γὰρ τῶν Σύρων βασιλεὺς ̓Αζαὴλ ἐπελθὼν ἐπολιόρκει τὴν ̔Ιερουσαλήμ. ὁ δὲ πάντας τοὺς θησαυροὺς τούς τε θείους καὶ τοὺς βασιλικοὺς ἀφελόμενος καὶ οσα ἐν ἀναθήμασι, τῷ ̓Αζαὴλ παρέσχετο· ος τῷ πλήθει τῶν χρημάτων ἡσθεὶς τῆς πολιορκίας ἀπέσχετο. Τοῖς δὲ ̓Ισραηλίταις ὁ Σύρος ουτος ἐπιτιθέμενος ἐκάκου αὐτοὺς σφόδρα. ̓Ιηοὺ δὲ ὁ τῶν ̓Ισραηλιτῶν βασιλεύς, παραβάτης τῶν θείων γεγονὼς ἐντολῶν, καὶ βασιλεύσας ετη εικοσι καὶ ἑπτά, τέθνηκεν· τῆς βασιλείας δὲ ἐπελάβετο ̓Ιωάχαζ ὁ υἱὸς αὐτοῦ. ου βασιλεύοντος ὁ τῶν Σύρων ἀρχηγὸς τὴν χώραν ἐκάκωσε, πόλεις τε πολλὰς αὐτοῦ κατασχὼν τὴν στρατιὰν αὐτοῦ μαχαίρας εργον