62
διὰ τὸ νεύειν ἐπὶ τὰ εσω κάτω. τίθεται δὲ ἀντὶ τεσσάρων· ἀντὶ τοῦ ˉα· ἀντὶ τοῦ ˉε· ἀντὶ τοῦ ˉι, καὶ ἀντὶ τοῦ ˉο. ̓Απειροκαλία. ἡ φιλοδοξία. καὶ ἀπειρόκαλοι. ειρηται δὲ ἀπὸ τοῦ ἀπείρους ειναι τοῦ καλοῦ, ητοι τῆς ταπεινώσεως. η οἱ ἀμέτρως καλλυνόμενοι. τοιοῦτοι δὲ οἱ τῆς νεανικῆς ἡλικίας. ̓Απόμοιρα. τὸ ἀπὸ τῶν οἰκείων κτημάτων ἀφιερωθὲν εἰς ἐκκλησίαν η εἰς μοναστήρια, η εἰς γηρωκομεῖα. ̓Αποβολή. ἡ πρόσκρουσις. καὶ ὁ ̓Απόστολος· εἰ γὰρ ἀποβολὴ αὐτῶν-. (Οὐδέτερον.) ̓Απαρεμπόδιστα. ἀπλανῆ. ̓Απατούρια. ἑορτὴ δημοτελής· ηγετο δὲ παρ' ̓Αθηναίοις ἐπὶ τρεῖς ἡμέρας. Απεδα. τὰ ἰσόπεδα. alpha.250 ̓Απείκασμα. ὁμοίωμα. ̓Αποβράσματα. τὰ πίτυρα. παρὰ Καλλιμάχῳ· τῆς οὐδὲν ἀπέβρασας φαῦλον ἀλετρίς. ̓Απόθετον. τὸ ἀποτεθησαυρισμένον. ̓Αποθύμια. λυπηρὰ, τὰ μὴ καταθύμια. ̓Απόκριμα. κατάκριμα. ̓Απὸ κυανέων. ἀπὸ κυανὸς, κυάνειος, καὶ ἀποβολῇ τοῦ ˉι κυάνεος, τὸ κυάνεον, τὰ κυάνεα, τῶν κυανέων. ̓Αποπορευτέα. ἀγαθά. τοιγαροῦν ἀποπορευτέα αὐτῷ δοκεῖ. ̓Απὸ στόματοσ. ανευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρσων. Απρακτα. ἀνεκδίκητα, ἀτιμώρητα. ἀλλὰ ταῦτα μὲν οὐχ οια τὲ ειναι απρακτα γενέσθαι. ̓Απροστασίου. ειδος δίκης, κατὰ τῶν μετοίκων τὸν προστάτην μὴ νεμόντων. ᾑρεῖτο δὲ εκαστος αὐτῶν τινὰ τῶν πολιτῶν, ον ηθελε, προστάτην, alpha.251 τὸν ἐπιμελησόμενον τῶν ἰδίων καὶ τῶν δημοσίων ὑπὲρ αὐτοῦ ωσπερ ἐγγυητὴν οντα. ̓Απροβούλευτον. τὸ μὴ πρότερον εἰς τὴν βουλὴν, ἀλλ' εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψήφισμα. ουτως ∆ημοσθένης. ̓Απρόσωπον. κακόμορφον, δυσειδές. - ἀπρόσωπον μὲν, οσα ἰδεῖν-. ̓Απαιδοτρίβητον. ἀγύμναστον. ̓Απέραντον. ἀτελεύτητον. ̓Απερίτρεπτον. τὸ μὴ περιτρεπόμενον. ̓Απέριττον. τὸ εὐτελές. ̓Απεοικόσ. ἀνόμοιον. ̓Απεικόσ. μὴ πρέπον. ̓Απευκτόν. μισητόν. ̓Απήμαντον. ἀβλαβές. ̓Απηχέστατον. ἀηδές. ου καὶ αὐτὸν τὸν ηχον ἀποστρεφόμεθα. ̓Απηνέμοισ. γαληνοτάτοις. Απλετον. πολὺ, ἀπλήρωτον. ̔Απλοῦν. τὸ μὴ συντεθειμένον. λέγει δὲ καὶ τὸ ἀκακούργητον. Απλαστον. ἀληθινόν. Απλωτον. απλευστον. ̓Απόῤῥητον. αφραστον, μὴ δυνάμενον ῥηθῆναι. Αποσον. τὸ ποσότητι η μέτρῳ οὐχ' ὑποπίπτον. ̓Απαραποίητον. απλαστον. Απιοσ. ἡ ὀπώρα. καὶ απιον. τὸ δὲ απιος ἐπὶ θηλυκοῦ. ̓Απόλεκτον. ἐκλεκτόν. Αποπτον. ὑψηλόν. alpha.252 ̓Απώμοτον. τὸ εξω ορκου γινόμενον. Αποιον. ἀνήδονον. Αποινα. τὰ δῶρα καὶ τὰ λύτρα τὰ ὑπὲρ φόνου διδόμενα. εστιν ουν φόνος, καὶ κατὰ στέρησιν αφονος, καὶ πλεονασμῷ τοῦ ˉι αφοινος, καὶ τὸ οὐδέτερον αφοινον καὶ αποινον, τουτέστι τὰ ὑπεξαιρούμενα τοῦ φονικοῦ ἐγκλήματος. η ἐκ τοῦ ποινὴ, ἡ τιμωρία, γίνεται αποινος καὶ αποινον. ̓Απερικτύπητον. ἀτάραχον, ἀνενόχλητον. ̓Αποδεκτόν. ἐπαινετόν. ̓Απόπτυστον. μισητόν. ̓Απρόσκοπον. ἀσκανδάλιστον. ̓Απρόσβλητον. γενναῖον. ̔Απτόν. ψηλαφητόν. ̓Απαύγασμα. ἡ ἀκτὶς τοῦ ἡλίου. ̓Απρόσιτον. ἀθεώρητον. * ̓Αποξενώμενον. ηθος βάρβαρον καὶ αγριον. * ̓Απαγούσ. τὸ μὴ βεβηκὸς εἰς τὴν πίστιν μὴ δὲ πάνυ ἑδραῖον.* ̓Απέννιον η ̓Απέννινον. ορος διὰ μέσης ̓Ιταλίας τεταμένον. ̓Αποπάτημα. τὸ ἀνθρώπινον σκύβαλον. ̓Απόλεκτον. τὸ εκκριτον καὶ ἐκλελεγμένον. ̓Απαίσιον. ἀπρεπές. ̓Απόλεκτον. οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ εκκριτον, καὶ ἐκ πλειόνων ἐξειλεγμένον. καὶ στρατιώτας ἀπολέκτους. ̓Απίναιον. ορος. alpha.253 ̓Απλῆκτον. τὸ κατάλυμα. ̓Απλῆκτα. πολλά. ̓Απόκλιμα. τὸ εκνευμα τῶν ὀρῶν. ̓Απερίγραπτον. ἀπεριόριστον. ἡ μοναδικὴ ὑπόστασις τῶν πάντων περιεκτική. δυάδα γὰρ η τριάδα ἀπερίγραπτον ἀδύνατον λέγειν. ἐν τῇ περιγραφῇ τῆς μονάδος γνωρίζεται δυάς. ἡ δὲ ἁγία ἐκκλησία τρεῖς ὑποστάσεις ἀπεριγράπτους ὁμολογεῖ. ἀπερίγραπτον καὶ τὸ ἀπερίσκοπον. Ἀπάργματα. α εἰς τοὺς τάφους ἐνέβαλον ἐναγίσματα ητοι θυσίας. παρὰ τὸ αρχω αργμα καὶ απαργμα. Ομηρος· -αργματα θῦσε θεοῖς ἀειγενέτῃσιν. ̓Απαιόλημα. ἀπάτημα. ̓Απερείσια. πολλά. παρὰ τὸ απειρος, ἀπειρέσιος καὶ καθ' ὑπερβιβασμὸν ἀπερείσιος, καὶ τὸ οὐδέτερον ἀπερείσιον καὶ ἀπερείσια. Απυον. τὸ μὴ εχον ελκος. ̓Απειρόκαλον. αγνωστον, ἀμαθές. ̓Απηχήματα.