σίας, χωρὶς πάσης κατὰ τοῦτο διαιρέσεως καὶ διακρίσεως, ὥσπερ ἓν τὸ πῖ τῇ μονάδι τῆς γραμμῆς χωρὶς πάσης τῆς κατὰ τοῦτο διαιρέσεως καὶ διακρίσεως. ∆ιαφορὰ δέ ἐστιν ἐν μὲν τῇ ἁγίᾳ τριάδι κατὰ τοὺς τρόπους τῆς τῶν ὑποστάσεων ὑπάρ ξεως, ἐν δὲ τῷ πῖ κατὰ τὴν ποιὰν θέσιν τῆς γραμμῆς. Ἐρώτησις ρλ. Eἰ διὰ τὸ καθ' Ἕλληνας σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ κινεῖσθαι ἐν τόπῳ, πῶς διὰ τὸ ὡς καμάραν πεπῆχθαι ἢ ὡς δέριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν; Ὥσπερ γὰρ τὸ κινούμενον, οὕτως καὶ τὸ πηγνύμενον ἐν τόπῳ ἀνάγκη νομίζεσθαι. Eἰ δὲ τοῦτο, πῶς τὴν ἐπὶ τῇ περιγραφῇ τοῦ οὐρανοῦ παρ' ἀλλήλων κατάγνωσιν δικαίαν οὐχ ἕξομεν; Eἰ δ' ὁ οὐρανὸς κατ' ἀμφοτέρους ἐν τόπῳ, καὶ ἑκα τέροις ἡ τοῦ τόπου ποιότης καὶ ποσότης καθέστηκεν ἄγνωστος, τί πλέον θάτεροι θατέρων κατεγνῶσθαι δυνάμεθα, τῆς περὶ τῶν προλελεγμένων καταγνώσεως καὶ ἀγνοίας ἑκατέρους ἐπ' ἴσης κατεχούσης; Ἀπόκρισις. Eἰ μὲν γὰρ ἔλεγον οἱ Χριστιανοὶ τὸν οὐρανὸν μὴ εἶναι ἐν τόπῳ, καθάπερ λέγουσιν οἱ Ἕλληνες, ἴση ἂν ἔμελλεν εἶναι ἡ παρ' ἀλλήλων κατάγνωσις, λεγόντων μὲν μὴ εἶναι τὸν οὐ ρανὸν ἐν τόπῳ, φωναῖς δὲ σημαντικαῖς τοῦ ἐν τόπῳ εἶναι τὸν οὐρανὸν πρὸς ἀλλήλους χρησαμένων. Eἰ δὲ τοῦ μὲν σφαῖραν εἶναι τὸν οὐρανὸν καὶ σφαιρικῶς κινεῖσθαι ἀδυνάτου ὄντος, τοῦ δὲ ὡς καμάραν εἶναι αὐτὸν δυνατοῦ δεικνυμένου, οὐδεμία ἄρα ἡ τῶν Χριστιανῶν ἐπὶ τῇ ἀγνοίᾳ κατάγνωσις. Περὶ δὲ τοῦ τόπου ἐκ τῶν καθ' ἡμᾶς στοχαζόμεθα περὶ αὐτοῦ ὅτι, ὥσπερ παρ' ἡμῖν, ὅταν ᾖ περιφερές τι σῶμα ὁμαλόν τε καὶ κοῖλον, πανταχόθεν ἰσοπεριμέτρητον, ἐὰν πωμασθῇ ἐπὶ τὰ ὕδατα, βαστάζεται ὑπὸ τῶν ὑδάτων, τούτῳ τῷ τρόπῳ βαστά ζεται ὁ οὐρανὸς ὑπὸ τῶν ὑδάτων. Ὁ τανύσας, φησί, τὸν οὐρανὸν ὡς καμάραν. Τῷ τῆς καμάρας ὀνόματι τὸ περιφερὲς ἐδήλωσε τοῦ σώματος τοῦ οὐρανοῦ. Βαστάζει οὖν τὸν μὲν οὐρανὸν τὰ ὕδατα, τὰ δὲ ὕδατα ἡ γῆ, τὴν δὲ γῆν τὸ θεῖον πρόσταγμα. Ὁ κρεμάσας, φησί, τὴν γῆν ἐπ' οὐδενός. Ἐρώτησις ρλα. Eἰ οἱ εὐαγγελισταὶ Ματθαῖός τε καὶ Λουκᾶς, τὸ κατὰ σάρκα γενεαλογοῦντες τὸν κύριον, ὁ μὲν τὴν κατὰ φύσιν, ὁ δὲ τὴν κατὰ νόμον γενεαλογίαν συνέγραψε, διὰ τὸ οὕτως τὰ κατὰ τῶν Ἰουδαίων συνίστασθαι, πῶς ὁ μακάριος Λουκᾶς οὐ δείκνυται τῷ Ματθαίῳ μαχόμενος, πλείονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν τοῦ Χριστοῦ γεννήτορας διὰ τοῦ οἰκείου εὐαγ γελίου ἐκθέμενος, τοὐναντίον παρ' αὐτοῦ γραφῆναι ὀφείλοντας, ἐπειδὴ ἥσσονας τοὺς κατὰ θέσιν τῶν κατὰ φύσιν πατέρων ἀναλογίζεσθαι ἀνάγκη; Ἐνδέχεται γὰρ γενέσθαι κατὰ νόμον πατέρα, τετελευτηκότος τοῦ κατὰ φύσιν πατρὸς τοῦ παῖδα γεννήσαντος. Πῶς οὖν, καθάπερ ἔφην, παρὰ τοῖς εὐαγγελι σταῖς ἡ γενεαλογία οὐκ ἀντέστραπται, καὶ ὁ Λουκᾶς, ἴσους μᾶλλον δὲ ἥσσονας τοὺς κατὰ νόμον τῶν κατὰ φύσιν ὀφείλων