62
ἀναχαιτίζονται· ἐπειδὴ νήφουσι, καὶ διὰ παντός εἰσιν ἐγρηγορυῖαι. Οὐ μήρινθον λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν ἐπικυβιστῶντες γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσιν, ἀλλὰ ἀντὶ μὲν σχοινίου τὴν στενὴν καὶ ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι· τῶν δὲ τυραννουμένων ξιφῶν τὰς ἀκμὰς ταῖς τῶν οἰκείων πληγῶν φιλοτιμίαις ἀμβλύνουσιν· οὐ τὸ μὴ πάσχειν τέχνην ποιησάμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν ἀσκούμενοι. Ἔοικε τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. Μακαρία φύσις, ἡ ἐπὶ παντὶ χαιροῦσα, καὶ μηδενὶ δυσαρεστοῦσα ἐν τῷ κόσμῳ τὸ παράπαν, ἀλλ' εὐαρεστοῦσα τοῖς γινομένοις, ὡς καλῶς καὶ συμφερόντως γινομένοις.
ΤΙΤΛ. ΛΒʹ. -Περὶ ἀπαρχῶν καὶ ἀποδεκατούντων καὶ ὡς χρὴ προσφέρειν τῷ
Θεῷ τὰς ἀπαρχάς. «Ἀπαρχὰς ἅλωνός σου, οὐχ ὑστερήσεις.» «Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.
Ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου, εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου.» «Ὁ βραχίων ὁ δεξιὸς τῷ ἱερεῖ ἔσται. «Πᾶσα δεκάτη τῆς γῆς σου, ἔσται ἅγιον τῷ Κυρίῳ.» «Πρόσεχε σεαυτῷ, μὴ ἐγκαταλίπῃς τὸν Λευΐτην πάντα τὸν χρόνον, ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς.» «Οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός· ἕκαστος κατὰ τὴν δύναμιν τῶν χειρῶν ὑμῶν κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ σοι.» «Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνου δὲ αἱ ληνοί σου ἐκβλύζωσι.» «Μὴ ὀφθῇς ἐνώπιον Κυρίου κενός. Ἐν πάσῃ δόσει ἱλάρυνον τὸ πρόσωπόν σου, καὶ εὐφροσύνῃ ἁγίασον δεκάτην. ∆ὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ. 95.1241 ὅτι Κύριος ἀνταποδιδούς ἐστιν ἡμῖν, καὶ ἑπταπλάσιον ἀποδώσει σοι.» «Ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται.» ∆ῶρον Θεοῦ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν πάντα ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται.
ΤΙΤΛ. ΛΓʹ. -Περὶ ἀγγελίας ἀγαθῆς.
«Ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνὲς, οὕτω ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.» «Ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην.» «Ὡς ὡραῖοι πόδες ἐπὶ τῶν ὀρέων εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά!»
ΤΙΤΛ. Λ∆ʹ. -Περὶ ἀγγελίας κακῆς.
«Λαβόντες χιτῶνα τοῦ Ἰωσὴφ, ἔσφαξαν ἔριφον αἰγῶν, καὶ ἐμόλυναν τὸν χιτῶνα τοῦ Ἰωσὴφ τῷ αἵματι, καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, λέγοντες· Τοῦτον εὕρομεν, ἐπίγνωθι εἰ ὁ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. Καὶ ἐπέγνω αὐτὸν Ἰακὼβ, καὶ εἶπεν· Χιτὼν τοῦ υἱοῦ μού ἐστιν. Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· θηρίον πονηρὸν διήρπασεν αὐτόν. ∆ιέῤῥηξε δὲ Ἰακὼβ τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς.» «Ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐληλυθὼς ἐκ τῆς παρεμβολῆς, καὶ εἶπε τῷ Ἡλεί· Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἀπὸ προσώπου τῶν ἀλλοφύλων, καὶ πληγὴ μεγάλη γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγένετο, ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, ἔπεσεν ἀπὸ τοῦ δίφρου εἰς τὰ ὀπίσω ἐχόμενα τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν.» «Ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς