αὐτοκράτορα, ὡς δή τινι τῶν μέγα δυναμένων χρᾷ τὴν τῆς ἡγεμονίας ἀρχὴν, καὶ τὰ τῆς ἐκκλησίας οὐκ εὐθύνει καθὰ καὶ πρὸς τῶν θείων κανόνων νενόμισται, εἰς τὸ βασιλικὸν εἰσεκαλεῖτο δικαστήριον. ἐπεὶ δὲ μὴ ἀπήντα, ἀλλ' οἰκουμενικὴν ἀντέλεγεν ἰσχυριζόμενος ἀθροισθῆναι σύνοδον, καὶ τηνικαῦτα διαλύσασθαι τὰ ἐγκλήματα· τοῦτο γὰρ βούλεσθαι καὶ τὰ τῶν πατέρων θεόπνευστα παραγγέλματα, οἰκουμενικὴν ἐπὶ πατριάρχου καθαιρέσει συγκροτεῖσθαι σύνοδον· εἰς τὸ κατὰ τὸν Σκάμανδρον τελοῦν φροντιστήριον, ὅπερ αὐτὸς ἐδείματο, πρὸς τοῦ βασιλέως περιορίζεται· ἀνὴρ ἄτροφος σχεδόν τε καὶ ἄσαρκος, ἐξ ἁπαλῶν ὀνύχων ἀσκητικοῖς ἀγῶσιν ὑπὲρ φύσιν ἐγγυμνασάμενος, ἀμπεχόνῃ κεχρημένος θέρει τε καὶ χειμῶνι μιᾷ, καὶ ταύτῃ μὴ ἀπεκδυόμενος, ἕως ἂν διεῤῥύη καὶ ἄχρηστος ἐξεγένετο, βρωτῶν δὲ μὴ γευόμενος ἢ ποτῶν, πλὴν ὕδατος καὶ τῶν ἐξ ἀκροδρύων 164 χυμῶν. λέγεται δὲ μηδὲ παρὰ κλίνην καθευδῆσαι, ἀλλ' ἐπ' ἐδάφους, παρ' ὅλον αὑτοῦ τὸν καιρὸν τῆς ἀσκήσεως. ἐλάττωμα δὲ τοῦτο μόνον φασὶ προσεῖναι τἀνδρὶ, τὸ τὰς ἀναγωγὰς καὶ ἀναστροφὰς τῶν ἀνδρῶν περὶ πλείστου ποιεῖσθαι διαγινώσκειν, πολυπραγμονοῦντι καὶ διερευνωμένῳ πέρα τοῦ δέοντος. γʹ. Ὑπερορίᾳ τοιγαροῦν τοῦ Βασιλείου κατακριθέντος, τοὺς τῆς πατριαρχίας οἴακας Ἀντώνιος ἐγχειρίζεται , ἀνὴρ ἐν τῇ τοῦ Στουδίου μονῇ τὴν ἀσκητικὴν ἐκ νεότητος πολιτείαν ἀναιρετισάμενος, καὶ βίον ἕλκων ἀποστολικόν. πλέον γὰρ τῶν τῇ σαρκὶ ἀποχρώντων ἀμφίων οὐδὲν ἐπεφέρετο, καίτοι πρὸς τῶν μέγα δυναμένων, καὶ βασιλέων αὐτῶν, πλεῖστα φιλοφρονούμενος διὰ τὴν ἐνοῦσαν αὑτῷ ἀρετήν. οὐ μόνον δὲ, ἀλλὰ κἀκ τοῦ προσόντος αὑτῷ ἀξιώματος ποριζόμενος (τῷ τοῦ Συγκέλλου γὰρ τὸ πρότερον ἐτιμᾶτο ἀξιώματι), πάντα τοῖς πένησι διεδίδου, τὸν ἔλεον μιμούμενος τοῦ Θεοῦ, καὶ γνῶσιν θείαν καὶ ἀνθρωπίνην, εἰ καί τις ἄλλος, ἐπλούτει. τούτου τῇ ὄψει καὶ τοῖς ἤθεσι θαυμαστή τις ἐπέλαμπε χάρις ἐν βαθυτάτῃ τῇ πολιᾷ. οὐ γάρ τις παρέβαλλε τούτῳ τῶν τρυφώντων καὶ μέγα φυσώντων τῇ τῶν ματαίων σκηνῇ, ὃς μὴ σωφρονῶν εὐθὺς ἀπηλλάττετο, σκιὰν καὶ ὄναρ τὸν βίον τελεῖν παιδευόμενος· οὐδὲ τοὔμπαλιν συμφοραῖς ἀνηκέστοις περιόδυνον ἕλκων τὴν βιοτὴν, ὃς μὴ ἀπέτρεχεν εὐθυμῶν, διδασκόμενος, μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἑαυτὸν ἐπιῤῥίπτειν πρὸς τὸν δυνάμενον σώζειν ἐκ θλίψεως, καὶ παρ' ἐκείνου τὴν σωτηρίαν ἐπι 165 ζητεῖν. τοιοῦτος δή τις ἦν τόν τε βίον καὶ λόγον ὁ Ἀντώνιος , ἀγγελικός τις καὶ θεῖος τελῶν ὁ ἀνὴρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν. κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ δίδυμοι ἄνδρες, ἐκ τῆς τῶν Καππαδοκῶν χώρας ὁρμώμενοι, πολλαχοῦ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐφοίτων, οὓς καὶ αὐτὸς ὁ ταῦτα ξυγγράφων πολλάκις κατὰ τὴν Ἀσίαν τεθέαμαι, τεράστιόν τι θαῦμα πέλοντας καὶ καινόν. ἄρτια γὰρ αὐτοῖς καὶ ὁλότητα περισώζοντα τὰ τοῦ σώματος καθίσταντο μόρια· ἀπὸ δὲ μάλης καὶ μέχρι λαγῶνος αἱ πλευραὶ τούτοις ἐκεκόλληντο, ἑνοῦσαι τὰ σωμάτια καὶ εἰς ἓν συναρμόζουσαι. καὶ ταῖς μὲν ψαυούσαις ἀλλήλων τῶν χειρῶν τοὺς σφῶν περιέπλεκον τένοντας, θατέραις δὲ βακτηρίας ἔφερον, αἷς βαδίζοντες ἐσκηρίπτοντο, τριακοστὸν τῆς ἡλικίας ἔτος ἄγοντες. καὶ σώματα τούτοις εὖ ἐπεφύκει, ἀνθηρὰ πεφηνότα καὶ νεανικά. ἡμιόνῳ δὲ κατὰ τὰς μακρὰς ἀποδημίας ὠχοῦντο, θηλυπρεπῶς παρὰ τὴν ἀστράβην ἑζόμενοι, ἄλεκτόν τι χρῆμα γλυκυθυμίας καὶ ἐπιεικείας τυγχάνοντες. ἀλλὰ περὶ τούτων μὲν ἅλις. δʹ. Ὁ δὲ αὐτοκράτωρ Ἰωάννης, αὖθις τοῦ ἦρος ἀναλάμψαντος, τὰς Ῥωμαϊκὰς