γαστριμαργίαν, θυμόν, ὑπερηφανίαν, δόλον καὶ ἄλλα πολλὰ ἀκόλουθα τούτοις. οἱ πρὸς τούτων τῶν ὀλίγων σπουδάζοντες πρὸς ἕκαστα πάθη ἀντιστῆναι, ἀποστραφῆναι, μισῆσαι, γενναίως ὀργισθῆναι τῷ θελήματι κερδαίνουσι χιλιάδαςδιὰ ταῦτα οὖν προκόπτουσιν οἱ προκόπτοντες. ἐὰν τῷ νοῒ κρίνῃ τις πολεμεῖν τοῖς πάθεσι τοῖς προειρημένοις, εὐθέως ἀντιλαμβάνεται αὐτοῦ ὁ κύριος. 7.18.2 Ὁ καταβαίνων εἰς πόλεμον ὀφείλει θαρσηρὰν ἔχειν ψυχήν, καὶ εὐθέως τομῶς ἢ ταχέως ἐπιτυγχάνει. δεῖ δέ φησι τὸ ὅπλον, ὃ ὀφείλει δοθῆναι ἀνδρὶ πολεμιστῇ, ἐν παντὶ γενναῖον εἶναι, ὥστε πάσας τὰς ἡδονὰς καταπατῆσαι καὶ τὰ πάθη τοιούτῳ ἀνδρὶ ἐπιτηδεύει τὸ ὅπλον ταύτῃ τῇ ὁδῷ διοδεῦσαι ὀφείλεις, ἀποστραφεὶς φιλαργυρίαν, δόξαν, γαστριμαργίαν, ἀργίαν, μῖσος, τῦφον τοιούτου ἀνδρὸς χρῄζει τὸ ὅπλον. τότε εἰσβαίνει εἰς τὴν πόλιν τῶν ἁγίων. εἰ ᾔδειμεν ὅτι ἐν τοσαύτῃ ἀναλογίᾳ κατὰ τὸν κανόνα ἑκάστου ἡ τιμὴ ἀποδίδοται, ἡμεῖς οὐκ ἂν ἐκάμνομεν εἰ ᾔδειμεν ὅτι οὕτως ἐστὶ παραδοῦναι ἑαυτοὺς εἰς θάνατον, οὐκ ἂν ἐφεισάμεθα οὐδὲ ἀσχολῆσαι ἠνεσχόμεθα τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον καὶ χαυνοῦν εἰς τὰ πάθη. 7.18.3 Βλέπε, ψυχή, ποῦ εἶ, μετὰ τοῦ ἐπουρανίου νυμφίου Χριστοῦ ἢ μετὰ τοῦ σατανᾶ τοῦ βουλομένου ἀφανίζειν τὸ γένος τῶν ἀνθρώπων. τὸ σῶμα τοῦ ἀνθρώπου ναός ἐστι τοῦ θεοῦ, καὶ εἴ τις αὐτὸ φθείρει, ὁ κύριος τὸν φθείραντα αὐτὸ φθερεῖ. καὶ ἡ καρδία τοῦ ἀνθρώπου θυσιαστήριον ἐστὶ τοῦ ἁγίου πνεύματος, καὶ εἰ μή ἐστι καθαρὸν καὶ ἅγιον τὸ θυσιαστήριον, ἐκτὸς ἐπιθυμίας καὶ μίσους καὶ ὀργῆς καὶ θυμοῦ, ἀφίησιν ὁ κύριος τὸ θυσιαστήριον καὶ ἐξέρχεται. μετὰ τοῦ ναοῦ τοῦ κυρίου καὶ τὸ θυσιαστήριον ἁγιάσωμεν, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν αὐτοῦ νυμφῶνα. καλόν ἐστιν ἁγιάσαι ἡμᾶς τὸν ἔξω ἄνθρωπον, ἵνα μὴ φθείρῃ ἡμᾶς ὁ κύριος ἐν τῇ ἡμέρα τῆς κρίσεως. καλὸν δὲ ἔστι καὶ τὸ ἁγιάσαι τὸ θυσιαστήριον μετὰ τοῦ ναοῦ, ἵνα εἰσέλθωμεν εἰς τὸν νυμφῶνα αὐτοῦ καὶ ἴδωμεν αὐτόν. ὁ γὰρ ἁγιάζων τὸν ἔξω ἄνθρωπον μόνον ἀπελεύθερός ἐστι καὶ οὐ δύναται κληρονομῆσαι τὴν βασιλείαν· τὰ τέκνα τοῦ θεοῦ κληρονομεῖ τὴν βασιλείαν. ἀρθήτω ἀφ' ἡμῶν ἡ ἐπιθυμία καὶ ἡ πονηρία, ἵνα εἰσέλθωμεν εἰς τὸν νυμφῶνα. εἰ ἔστιν ἡμῖν ἐπιθυμία ἢ μῖσος ἢ ὑψηλοφροσύνη, ἐκ τοῦ πονηροῦ ἐστι, ταῦτα ὅπλα ἐστὶ τοῦ σκότους, καὶ ἐν ἐκείνῳ τῷ σκότει οὐ φαίνεται ὁ νυμφών, καὶ οὐδεὶς δύναται ἐν τῷ σκότει εἰσελθεῖν εἰς αὐτόν. 7.18.4 Ἀποστρέψωμεν ἐκ τῆς καρδίας ἡμῶν τὸ ὂν ἐν αὐτῇ σκότος, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα. ζητήσωμεν διαπαντὸς τὸν νυμφίον καὶ τὸ πρόσωπον αὐτοῦ, ἵνα φανῇ ἡ λαμπὰς ἡμῶν καὶ εἰσέλθωμεν εἰς τὸν νυμφῶνα. εἰσὶν ἐν ἡμῖν καρποὶ ἀγάπης ἐκ καθαρᾶς καρδίας, οὗτοί εἰσιν ὅπλα τοῦ κυρίου, ὅ ἐστιν ἡ λαμπάς. ταύτῃ τῇ λαμπάδι ὁρῶμεν τὸν νυμφῶνα ἐκείνου τοῦ νυμφίου καὶ εἰ μὴ αὐτὸς λάμψῃ ἐν ταῖς καρδίαις ἡμῶν, ὅς ἐστι λαμπὰς καὶ φῶς, καὶ φωτίσῃ ἐν τῷ φωτί, εἰσελθεῖν εἰς τὸν νυμφῶνα καὶ ἰδεῖν αὐτὸν οὐ δυνάμεθα. τοὺς καρποὺς τοῦ σατανᾶ ἀπωσώμεθα ἐκ τῆς καρδίας ἡμῶν, ἵνα λάμψῃ ἡ λαμπὰς ἡμῶν καὶ ἐν αὐτῇ ἴδωμεν τὸν νυμφίον ἐν τοῖς τῆς καρδίας ἡμῶν ὀφθαλμοῖς. ὁ πονηρὸς δεικνύει ἡμῖν κοινὸν καὶ ἀκάθαρτον φῶς, 7.18.5 καὶ οὕτως ὁρῶμεν, ὅτι ὁ πονηρὸς κοινὸς καὶ ἀκάθαρτός ἐστι. καθαρίσωμεν οὖν ἑαυτοὺς ἐκ τῆς ἀκαθαρσίας τοῦ πονηροῦ, ἵνα ἐν τῇ λαμπάδι γενόμενοι πάντας ἀνθρώπους ὁρῶμεν καθαρούς. φωτιζέσθω τοίνυν τὸ σκότος ἡμῶν τῷ φωτὶ τοῦ σωτῆρος, ἵνα πάντα ἄνθρωπον καθαρὸν ἴδωμεν καὶ τὸν μὴ ὄντα καθαρόν. ἀποπλύνωμεν τοῖς δάκρυσι τὸ σκότος ἡμῶν καὶ ταῖς εὐχαῖς ἐκμάξωμεν καὶ τῇ πρὸς πάντας ἀγάπῃ, ἵνα ἴδωμεν ἁπάντας καθαρούς. πάντα καθαρά ἐστι τῷ καθαρῷ καὶ ἅγια καὶ τὰ μὴ ὄντα ἅγια. ἡ γὰρ καρδία αὐτοῦ πέπλυται καὶ ἔλαμψεν ἡ λαμπὰς αὐτοῦ ἐν τῷ λάμψαντι ἐν αὐτῷ φωτί. 7.18.6 Μετάστησον ἡμᾶς, κύριε, ἐκ τοῦ σκότους εἰς τὸ φῶς, πρὶν ἀπέλθωμεν καὶ οὐκέτι οὐ μὴ