καὶ μηδενὸς διείργοντος ἀναγκαῖον τὸ μὲν κοσμηθῆναι, τὸ δὲ κοσμῆσαι· καὶ τὸ μὲν κοσμηθὲν ἔχει τὸ εἶδος μεμερισμένον, ἀλλαχοῦ ἄνθρωπον καὶ ἀλλαχοῦ ἥλιον, τὸ δὲ ἐν ἑνὶ πάντα. ὅσα μὲν οὖν ὡς εἴδη ἐν τῷ αἰσθητῷ ἐστι, ταῦτα ἐκεῖθεν, ὅσα δὲ μή, οὔ. ἀντὶ δὲ τοῦ ἐνταῦθα χρόνου ὁ αἰὼν ἐκεῖσε, καὶ ὅ τι ἂν τῶν ὄντων λάβῃς, οὐσία· καὶ οὐδὲ κακοῦ λόγος ἐκεῖσε· τὸ γὰρ κακὸν ἐνταῦθα ἐξ ἐνδείας καὶ ἐλλείψεως καὶ στερήσεως. οὐδὲ τῶν μιμητικῶν τεχνῶν ἐκεῖ παραδείγματα. αἱ δὲ ποιητικαί, καθόσον συμμετρίαις προσχρῶνται, ἀρχὰς ἂν ἐκεῖθεν ἔχοιεν, καὶ τῶν καθόλου μόνων ἐκεῖσε τὰ εἴδη, αἱ δὲ διαφοραὶ τῶν καθέκαστα παρὰ τῆς ὕλης. καὶ οὐ πάντα, ὅσα ἐνταῦθα εἴδωλα, χρὴ νομίζειν ἀρχέτυπα. Τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τῶν Πλατωνικῶν ἰδεῶν θεωρία, διὰ πολλῶν μὲν ἐκείνῳ ἀκριβολογηθεῖσα, δι' ὀλίγων δέ σοι παρ' ἡμῶν καὶ σαφέστερον συνοψισθεῖσα. 115 Τοῦ αὐτοῦ· περὶ νοητοῦ κάλλους Τὸ πρῶτον καὶ νοητὸν κάλλος ὁ θεῖός ἐστι καὶ πολύτιμος νοῦς, καὶ ψυχὴ μὲν ἐκεῖθεν καλή, φύσις δὲ ἐκ ψυχῆς τοιαύτη, καὶ τέχνη ἀπὸ φύσεως. καὶ τὸ ὁρώμενον καλὸν εἶδος ἢ ἀπὸ τέχνης ἢ ἀπὸ τοῦ ἐννοήσαντος ἢ ἀπὸ τοῦ ἀσωμάτως γεννήσαντος. καὶ ὅλως τὸ ὁρώμενον κάλλος εἶδός ἐστι ἐλθὸν ἐπὶ τὸ γενόμενον ἐκ τοῦ ποιήσαντος. εἰ γὰρ καλὰ τὰ ποιήματα καὶ ὁ ἐπὶ τῆς ὕλης λόγος, ὁ μὴ ἐν ὕλῃ ἀλλ' ἐν τῷ ποιοῦντι ὁ πρῶτος καὶ ἄυλος οὐ καλλίων; ἔστι δὲ καὶ ἡ φύσις ἡ τὰ καλὰ δημιουργοῦσα τῶν ἐν τῇ ὕλῃ πολὺ πρότερον κρείττων. ἀπὸ μέντοι τοῦ ὁρατοῦ κάλλους ἀνατρέχειν δεῖ εἰς τὸ ἐν τοῖς μαθήμασι κάλλος καὶ εἰς τὸ ἐν αὐτοῖς ἐπιτήδευμα καὶ ἀπὸ τούτου εἰς τὸ ἐν ταῖς ψυχαῖς. ἔστι γὰρ καὶ ἐν τῇ φύσει λόγος κάλλους ἀρχέτυπον τοῦ ἐν σώματι, τοῦ δὲ ἐν τῇ φύσει ὁ ἐν τῇ ψυχῇ καλλίων, παρ' οὗ καὶ ὁ ἐν τῇ φύσει· ἐναργέστερός γε μὴν ὁ ἐν τῇ σπουδαίᾳ ψυχῇ καὶ συλλογίζεσθαι ποιεῖ αὐτὸς ὁ ἐν ψυχῇ, οἷός ἐστιν ὁ πρὸ αὐτοῦ ὁ οὐκέτι ἐγγιγνόμενος οὐδὲ ἐν ἄλλῳ ὤν, ἀλλ' ἐν ἑαυτῷ. διὸ οὐδὲ λόγος οὗτος ἀλλὰ ποιητὴς τοῦ πρώτου λόγου. νοῦς δὲ οὗτος καὶ ἀεὶ νοῦς καὶ οὐ ποτὲ νοῦς ὅτι μὴ ἐπακτὸς αὐτῷ. καὶ εἴ τι δὲ τῶν κρειττόνων ἡμῶν καὶ μετὰ θεὸν εὐθὺς τεταγμένων καλόν ἐστι καὶ ὑπερφυές, νοῦ παρουσίᾳ τοῦ πρώτου καλοῦ καλόν ἐστι καὶ διὰ νοῦ. καὶ οἶδε πάντα καὶ γινώσκει οὐ τὰ ἀνθρώπινα μόνον, ἀλλ' ὅσα καὶ ὑπὲρ φύσιν, καὶ ὁρᾷ οὐ μόνον οἷς γένεσις, ἀλλὰ καὶ οἷς οὐσία· διαφανῆ γὰρ πάντα καὶ οὐδὲν σκοτεινὸν οὐδὲ ἀντίτυπον ἐκεῖ. καὶ ἔχει πᾶς τῶν κρειττόνων πάντα ἐν αὐτῷ, καὶ αὖ ὁρᾷ ἐν ἄλλῳ πάντα, καὶ ἄπειρος ἡ ἐκείνων αἴγλη. ἔστι δὲ καὶ ἡ κίνησις καθαρὰ καὶ ἡ στάσις οὐ παρακινουμένη. καὶ τὸ καλὸν ἐκεῖνο κυρίως καλόν, ὅτι μὴ ἐν τῷ καλῷ· λέγω δὲ τὸ πρῶτον καλὸν καὶ οἷόν ἐστιν αὐτὸς ὁ νοῦς, ὃς οὐδὲ ἐν τῷ καλῷ ἐστιν, ἀλλ' αὐτὸς πρῶτος καλός. τῆς δὲ ἐκεῖ θέας καὶ τοῦ ἀφράστου κάλλους καὶ τῆς ἀκηράτου ἡδονῆς οὔτε κάματός ἐστιν οὔτε πλήρωσις. ἀλλ' οὐδὲ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο, ἵνα ἑτέρῳ τῶν ἐν αὐτῷ τὰ τοῦ ἑτέρου μὴ 116 ἀρέσκοντα εἴη. ἀλλ' ἔστι τὸ ἀπλήρωτον τῷ μὴ τὴν πλήρωσιν καταφρονεῖν ποιεῖν τοῦ πεπληρωκότος· ὁρῶν γὰρ μᾶλλον ὁρᾷ καὶ καθορῶν ἄπειρον αὐτὸν καὶ τὰ ὁρώμενα τῇ ἑαυτοῦ συνέπεται φύσει. καὶ ἡ ζωὴ μὲν οὐδενὶ κάματον ἔχει ὅταν ᾖ καθαρά· τὸ δὲ ἄριστα ζῶν πῶς ἂν κάμοι; ἡ δὲ ἐκεῖσε ζωὴ γνῶσίς ἐστιν οὐ ποριζομένη λογισμοῖς· ἀνελλιπὴς γὰρ καὶ οὐ χρῄζει ζητήσεως, ἀλλ' ἔστιν ἡ πρώτη καὶ οὐκ ἀπ' ἄλλης. καὶ τὸ ἐκεῖ θέαμα ὑπερευδαιμόνων θεατόν, οὗπερ ἡμεῖς οὔπω εἰς σύνεσιν ἤλθομεν. καὶ οὐ διανόησις ἐκεῖ οὐδὲ βούλησις. Ταῦτα μὲν οὖν Ἕλλησι πρώτως εἴρηται, κἀμοὶ οὐ πάνυ ἀπᾴδοντα, καὶ ὅτι δ' ἂν