δεχόμενος. Ταύτης τῆς ἱκετηρίας ὡς ἤκουσεν ἡ συμπαθεστάτη ψυχή, ἅτε καὶ τὰ κατὰ τὸν βεστάρχην ἐπειδυῖα, καὶ ὡς πολλῶν ἐτῶν ταῦτα τούτῳ δεδώρητο καὶ αὖθις ἐπικεκύρωτο, εἰς οἶκτον εὐθὺς κατενεχθεῖσα αὐτοτελῆ τὴν κρίσιν ἠνέγκατο, καὶ ζώνης ἀφαίρεσιν τοῦ Ἐλπιδίου κατεψηφίσατο, καὶ ἡ ψῆφος αὐτοτελής τε καὶ ἔγγραφος καὶ αὐτόθεν τὸ δίκαιον ἔχουσα, ὡς ἀναψηλαφήσει τινὶ ἢ ἐπικρίσει μὴ ὑποπίπτουσα. ἡμῖν δὲ ἐπετέτραπτο περὶ μὲν ὦν ἡ βασιλὶς ἔκρινέ τε καὶ ἀπεφήνατο, μὴ δευτέραις διαλαβεῖν διαγνώσεσι, ταῖς δὲ περὶ τῆς διαλύσεως τῆς μνηστείας διαιτῆσαι προτάσεσί τε καὶ ἀντιθέσεσιν. Οὕτως ἡμεῖς ἐκκέλευστοι πρὸς τὴν τοιαύτην γεγονότες δίκην καὶ εἰς ταὐτὸν συνεληλυθότες, εἴσοδον τοῖς μέρεσι πρὸς τὴν κρίσιν δεδώκαμεν. καὶ εἰσήχθησαν οὖν, ἔνθεν μὲν ὁ μοναχὸς Μιχαὴλ καὶ γεγονὼς βεστάρχης, ἐκεῖθεν δὲ καὶ ὁ ἀπὸ πατρικίων Ἐλπίδιος συνηγορούμενος τῷ σπαθαρίῳ κῦρ Ἰωάννῃ τῷ Κορδακᾷ. λόγου δὲ δοθέντος εἰπεῖν τῷ βεστάρχῃ ἐφ' ᾧ διαλύοιτο τὴν μνηστείαν, ἐῴκει μὲν δυσπαθοῦντι ὅτι περ ἐν δικαστηρίῳ τὴν τῆς γλώττης περιβολὴν δημοσιεύειν ἠνάγκαστο· ἀπ' ἀρχῆς δὲ λέγειν ἀρξάμενος ὧν εἰς τὸν Ἐλπίδιον καθ' οὗς ἠδύνατο καιροὺς ἐνεδείξατο, περὶ ὧν δὴ καὶ φθάσας ὁ λόγος ἄνωθεν διηγήσατο, ἀ παρ' αὐτοῦ εὐθὺς ἀντελάμβανεν, ἐπισυνεῖρε τῷ διηγήματι, τὸ κακόηθες τῆς ψυχῆς, τὸ πρὸς μάθησιν ἀπεχθές τε καὶ ἀνεπίστροφον, τὸ τῆς διαγωγῆς ἀπρεπές, τὸ μὴ ἐθέλειν ὑπείκειν αὐτῷ, τὸ μὴ κατὰ συγκλητικοὺς ζῆν, ἀλλ' ἀσπάζεσθαι μίμοις καὶ φλυάροις ἀνδράσι συναναστρέφεσθαι, τὸ μήτε παρακλήσεσι μήτ' ἐπιτιμήσεσι πρὸς τὸ δέον μεταρρυθμίζεσθαι, τὸ ἔντονον τῆς γνώμης καὶ ἄτεγκτον καὶ ἐφ' οἷς ἂν λέγοι καὶ πράττοι ἀμεταμέλητον, τὸ ἀπεχθάνεσθαι τῇ μνηστῇ ὅσα καὶ τῷ ἀνθρώπῳ ὁ ἀντικείμενος δι' ὃν καὶ πλούτου βαθέος καὶ τῶν τηλικούτων ἀξιωμάτων ἠξίωται. ταῦτ' οὐκ ἔλεγε μόνον, ἀλλὰ καὶ μάρτυσιν ἀπεδείκνυε, καὶ οἱ μάρτρες ἀπαραλόγιστοι καὶ αὐτόθεν τὸν πιστὸν ἔχοντες. ἦσαν γὰρ ὅ τε ὕπατος θεόδωρος καὶ ἐπὶ τῆς καταστάσεως ὁ Μυραλίδης, ὅ τε μυστογράφος Εὐφρόσυνος καὶ ὁ θεσμογράφος Γαβριὴλ οἱ Ξηρῖται, ὅ τε θεσμογράφος Μιχαὴλ καὶ τῶν βεστιοπρατῶν ὁ ἔξαρχος. ὁ μὲν γὰρ ὕπατος Θεόδωρος ὁ Μυραλίδης τὸ σκληρὸν τῆς γνώμης αὐτοῦ, καὶ πρὸς μὲν τὸν βεστάρχην ἀπεχθές, πρὸς δὲ τὴν μνηστὴν ἀπόστροφον ἐμαρτύρει. οἱδέ γε Ξηρῖται αὐτά τε καὶ τὸ μὴ ἐθέλειν κατὰ τὰ τοῦ βεστάρχου ἐντάλματα ζῇν, ἀλλ' οἰκείαν αἱρεῖσθαι ζωὴν καὶ ἕτερον τρόπον ἀσπάζεσθαι ἢ ὃν ὁ βεστάρχης αἱροῖτο. ὁ δὲ θεσμογράφος Μιχαὴλ τὰς τῶν ἄλλων μαρτύρων φωνὰς συνειλοχώς, προσέτι καὶ ἀχαριστίαν αὐτῷ πρὸς τὸν βεστάρχην προσεμαρτύρησεν, ἀναισχυντίαν τε καὶ αὐθάδειαν, καὶ τὸ μὴ ἐθέλειν ποτὲ τῷ εὐεργετήσαντι ὑποτάσσεσθαι. Ἀλλὰ ταῦτα μὲν σύμφωνα οἷς ὁ βεστάρχης ἐν τῷ ἱκεσίῳ γράμματι πρὸς τὴν μεγάλην ἡμῶν βασιλίδα ἀπωλοφύρατο, τὸ ἀψευδὲς τῆς πρὸς αὐτὴν ἀποδεικνύοντα διηγήσεως, ἐφ' οἷς ἡ θαυμασία ἐκείνη ψυχὴ ἐκ βασιλικοῦ ὁρμηθεῖσα φρονήματος τὴν θαυμασίαν ἐκείνην ἀπόφασιν ἐποιήσατο, καὶ στήλην ἔμψυχον κακοήθους ψυχῆς τὸν Ἐλπίδιον ἀπειργάσατο. ἐλλείποντο δέ τινα πρὸς μνηστείας διάλυσιν. εἴ γέ τις βούλοιτο τῇ ἀκριβείᾳ τῶν νόμων παρίστασθαι. ὅθεν δυοῖν θάτερον πρὸς τὸν βεστάρχην οἱ δικάζοντες ἔφασαν· ἢ καὶ τἆλλα προσθεῖναι εἴπερ ἔχοι δι' ὧν ἂν αὐτῷ ἀζήμιος ἡ διάλυσις γένοιτο, ἤ, εἰ μὴ ἐμμένειν ἐθέλοι τῇ μνηστείᾳ, τὸ πρόστιμον δοῦναι καὶ πραγμάτων ἀπαλλαγῆναι. ἐνταῦθα ὁ βεστάρχης, βραχύ τι σιωπήσας καὶ ὥσπερ παλαίοντι τῷ λογισμῷ ἐοικώς· "ἀλλ' ἔγωγε," ἔφησεν, "ὦ νόμοι καὶ δικασταὶ καὶ πάντες οἱ περιεστηκότες, οὐκ ἄν ποτε ταύτας δὴ τὰς πολιὰς καταισχύναιμι"-τὰς ἑαυτοῦ δείξας-"οὐδὲ ἀλλοῖον ἐπεμβαλῶ χαρακτῆρα τῷ προηγησαμένῳ τῆς ζωῆς μου μορφώματι, οὐδὲ χρυσίου λιτρῶν εἵνεκα πεντεκαίδεκα ἐπὶ