1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

62

ἀκριβεστέραν πο λιτείαν εἰσάγει. Καὶ καθάπερ ὁ γραμματιστὴς, τοὺς μὲν τῆς μαθήσεως ἀρχομένους, τῶν στοιχείων διδά σκει τοὺς χαρακτῆρας· τοῖς δὲ ταῦτα μεμαθηκόσι τῶν συλλαβῶν προσφέρει τὰς συμπλοκάς· ἄλλους δὲ τὴν τῶν ὀνομάτων ἐκπαιδεύων συνθήκην, καὶ ἑτέρους τὴν τῆς ἀναγνώσεως ἁρμονίαν, οὐκ ἐναντίους νό μους διδασκαλίας εἰσφέρει, ἀλλὰ σύμμετρα ταῖς ἡλι κίαις προσφέρει παιδεύματα· οὕτως ὁ ∆εσπότης Χρι στὸς ἑκάστῃ γενεᾷ τοὺς ἁρμοδίους ἔδωκε νόμους. Τοὺς μὲν γὰρ ἀναγκαίους καὶ πρώτους, ἐν τῇ φύσει τῶν ἀνθρώπων ἐνέγραψεν. Ἔχει γὰρ ἕκαστος ἀγα θοῦ καὶ κακοῦ τὴν διάκρισιν· καὶ δρῶντες ἃ πάσχειν οὐ θέλομεν, ταύτῃ κηρύττομεν ὡς ἴσμεν, ὅτι κακὸν τὸ γινόμενον. Τοιγάρτοι φονεύων τις, ἢ μοιχεύων, οἶδεν ὅτι κακὸν τὸ γινόμενον. Σφαγῆναι γὰρ οὐ μό νον οὐ βούλεται, ἀλλὰ καὶ πάντα μηχανᾶται τρόπον ὥστε μὴ τοῦτο παθεῖν, καὶ τῆς γυναικὸς δὲ μοιχευ θείσης, τοῦ τὴν εὐνὴν σεσυληκότος κατηγορεῖ, καὶ λοιδορίας δεξάμενος ὕβρεως εἰσφέρει γραφήν. Καὶ τἄλλα δὲ τοῦτον ἐξετάσαντες τρόπον, εὑρήσομεν πάν τας ἀνθρώπους εἰδότας, ὅτι κακὸν τὸ κακόν. Τού τους μὲν οὖν ἐν τῇ φύσει τέθεικεν ὁ δημιουργήσας ἡμᾶς Θεός· τοὺς δὲ ἄλλους διαφόρως ἐν ἑκάστῃ δέ δωκε γενεᾷ. Τῷ μὲν γὰρ Ἀδὰμ τὸν περὶ τοῦ φυτοῦ τέθεικε νόμον· τῷ δὲ Νῶε, τὸν περὶ τῆς κρεωφαγίας· τὴν δὲ περιτομὴν τῷ πατριάρχῃ νενομοθέτηκε· τοὺς δὲ ἄλλους διὰ Μωϋσῆ τοῦ μεγάλου προφήτου συν έγραψεν. Ἐν δέ γε τοῖς θείοις Εὐαγγελίοις, τὰς περὶ τῶν μικρῶν πραγμάτων νομοθεσίας οἷόν τινων στοι χείων καταπαύσας μελέτην, τοὺς τελεωτάτους ἔδωκε νόμους. Καὶ καθάπερ αἱ μητέρες τοῖς μὲν ἀρτιτό κοις προσφέρουσι βρέφεσι τὴν θηλὴν, μετ' ὀλίγον δὲ τὴν τοῖς ὀδοῦσι λεπτυνομένην τροφὴν, εἶτα παι δίοις καὶ μειρακίοις γεγενημένοις τὴν στεγανήν· οὕ τως ὁ τῶν ὅλων Θεὸς τοῖς ἐκεῖνα παιδευθεῖσι τὰ τελεώτερα προσφέρει μαθήματα. Περιέπομεν δὲ ὅμως καὶ τὴν Παλαιὰν ∆ιαθήκην, ὡς μητρῴαν θη λήν· τοῦ δὲ γάλακτος οὐ μεταλαμβάνομεν. Περιττὸν γὰρ τοῖς τελείοις τῆς θρεψαμένης τὸ γάλα· τιμῶσι δὲ ὅμως τὴν τιθὴν, ὡς ὑπ' ἐκείνης τραφέντες. Οὕτω δὴ καὶ ἡμεῖς, τὴν μὲν περιτομὴν, καὶ τὸ Σάββατον, καὶ τὰς θυσίας, καὶ τὰ περιῤῥαντήρια φυλάττειν οὐκ ἀνεχόμεθα, τὴν δ' ἄλλην ὠφέλειαν τῆς Παλαιᾶς ∆ιαθή κης καρπούμεθα. Καὶ γὰρ εὐσέβειαν, καὶ τὴν εἰς Θεὸν πίστιν, καὶ τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ 83.512 σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἀκριβῶς ἐκπαιδεύει, καὶ προτίθησιν εἰς μίμησιν τὰ τῶν πα λαιῶν ἁγίων ἀρχέτυπα. ΙΗʹ. -Περὶ βαπτίσματος. Ἀντὶ δὲ τῶν περιῤῥαντηρίων ἐκείνων ἀπόχρη τοῖς πιστεύουσιν ἡ τοῦ παναγίου βαπτίσματος δωρεά. Οὐ γὰρ μόνον τῶν παλαιῶν ἁμαρτημάτων δωρεῖται τὴν ἄφεσιν, ἀλλὰ καὶ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἐντίθησιν ἀγαθῶν, καὶ τοῦ ∆εσποτικοῦ θανάτου, καὶ τῆς ἀναστάσεως καθίστησι κοινωνοὺς, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς τὴν μετουσίαν χαρίζεται, καὶ υἱοὺς ἀποφαίνει Θεοῦ, καὶ οὐ μόνον υἱοὺς, ἀλλὰ καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ. Οὐ γὰρ, ὡς οἱ φρενοβλαβεῖς Μεσσαλιανοὶ νομίζου σι, ξυρὸν μόνον μιμεῖται τὸ βάπτισμα, τὰς προγεγενημένας ἀφαιρούμενον ἁμαρτίας. Τοῦτο γὰρ ἐκ περιουσίας χαρίζεται. Εἰ γὰρ τοῦτο μόνον ἔργον ἦν τοῦ βαπτίσματος, ἀνθ' ὅτου τὰ βρέφη βαπτίζομεν οὐδέπω τῆς ἁμαρτίας γευσάμενα; Οὐδὲ γὰρ τοῦτο μόνον ἐπαγγέλλεται τὸ μυστή ριον, ἀλλὰ τὰ τούτων μείζω καὶ τελεώτερα· ἀῤῥα βὼν γάρ ἐστι τῶν μελλόντων ἀγαθῶν, καὶ τῆς ἐσο μένης ἀναστάσεως τύπος, καὶ κοινωνία τῶν ∆εσπο τικῶν παθημάτων, καὶ μετουσία τῆς ∆εσποτικῆς ἀνα στάσεως, καὶ ἱμάτιον σωτηρίου, καὶ χιτὼν εὐφροσύ νης, καὶ στολὴ φωτοειδὴς, μᾶλλον