62
ἐφωτί ζετο μὲν, οὐκ ἐκαίετο δέ. Κἀν τῷ μέλλοντι δὲ βίῳ ἡ διπλῆ τοῦ πυρὸς ἐνέργεια μεριζομένη, φωτίσει μὲν τοὺς τῆς ἀρετῆς ἀθλητὰς, ἐμπρήσει δὲ τῆς κα κίας τοὺς ἐραστάς· οὗ δὴ χάριν καὶ πῦρ ὀνομάζει, καὶ σκότος καλεῖται τῶν παρανόμων ἡ κόλασις, ὡς τῆς φωτιστικῆς ἐνεργείας οὐ φαινομένης ἐκεῖ. ηʹ. "Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσ σείσει Κύριος τὴν ἔρημον Κάδης." Ὁ δὲ Σύμμαχος οὐ συσσείοντος, ἀλλ' ἐκτοκίζοντος εἴρηκεν· καὶ μέντοι καὶ ὁ Ἀκύλας, ὠδίνοντος. Περὶ δὲ ταύτης τῆς ἐρήμου καὶ Ἡσαΐας προαγορεύει· "Εὐφράν θητι, λέγων, ἔρημος διψῶσα· εὐφρανθήτω ἡ ἔρη μος, καὶ ἀνθήτω ὡς κρίνον." Ἔρημον δὲ ὀνομάζει τὰ ἔθνη, ὡς ἔρημα πάλαι γεγενημένα Θεοῦ. Ταῦτα δὲ ὁ μὲν θεσπέσιος Ἡσαΐας ἀνθήσειν, ὁ δὲ μακά ριος ∆αβὶδ ὠδινήσειν ἔφη καὶ τέξεσθαι. Τοιοῦτο δέ ἐστι καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ κείμενον ἀλλαχοῦ· "Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον, καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου, ἢ τῆς ἐχούσης τὸν ἄνδρα." Ταύτην τὴν ἔρημον ὁ ∆εσπότης συσσείων· δηλοῖ δὲ τοῦ Θεοῦ τὴν ἐπιφάνειαν ὁ συσσεισμός· τεκεῖν παρασκευάσει τὴν σωτηρίαν, κατὰ τὴν προφητείαν τὴν λέγουσαν, "∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποίησας ἐπὶ τῆς γῆς." Τούτου χάριν καὶ Κά δης αὐτὴν ὀνομάζει, τουτέστιν ἁγίαν. Τοῦτο γὰρ ἑρμηνεύεται τὸ Κάδης. θʹ. "Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς." Φύσις ταῖς ἐλάφοις τῶν ἑρπυστικῶν θηρίων καταφρονεῖν· ταύτην δὲ τὴν ἐξουσίαν καὶ τοῖς ἱεροῖς ἀποστόλοις ὁ ∆εσπότης δέδωκε· "∆έδωκα γὰρ, φησὶν, ὑμῖν ἐξουσίαν πα 80.1069 τεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Τούτῳ κρατυνθέντες τῷ λόγῳ, τοὺς ἀπατεῶνας τῆς οἰκουμένης ἐξήλασαν δαί μονας, καὶ τῶν εἰδώλων ἐγύμνωσαν τὴν ἀσθένειαν· καὶ τοῦτο ὁ προφητικὸς προηγόρευσε λόγος· "Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς." Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι τῶν παντοδαπῶν θηρίων τὸ πλῆθος δι' ἐλάφων ἐκερά τισε, καὶ τῶν φιλοσόφων τὴν ἀκαρπίαν δι' ἀγραμ μάτων διήλεγξε, καὶ τοῦ διαβόλου τὴν τυραννίδα διὰ ἁλιέων κατέλυσε. ∆ρυμοὺς δὲ προσηγόρευσε τὰ τῶν εἰδώλων τεμένη, ὡς ἄκαρπα παντελῶς· τοι οῦτοι γὰρ οἱ δρυμῶνες, ἢ οἱ δρυμοὶ, οὓς ἐκκόπτειν εἰωθότες οἱ ἄριστοι γηπόνοι, καὶ τὴν ὑπ' αὐτῶν νεμομένην γυμνοῦντες γῆν, τὰ κάρπιμα φυτεύουσι δένδρα, καὶ τὰ ἐδώδιμα καταβάλλουσι σπέρματα. Τοῦτο δεδράκασι καὶ οἱ τῆς οἰκουμένης γεωργοί· πρόῤῥιζα γὰρ ἀνασπάσαντες τὰ τῶν εἰδώλων τε μένη, τὰς θείας ἀντ' ἐκείνων Ἐκκλησίας ἐφύτευσαν. "∆ιὰ τοῦτο ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν." Ὑπὸ τῆς παραδόξου ταύτης μεγαλουργίας εἰς ὑμ νῳδίαν διεγειρόμενος. ιʹ. "Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα." Τὴν γὰρ τῷ χειμάῤῥῳ τῆς ἀνομίας καταποντισθεῖσαν οἰ κουμένην οἰκοδομήσει, καὶ νεουργήσει, καὶ νέαν κτί σιν ἐργάσεται. ∆ιὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ, "Εἴτις ἐν Χριστῷ καινὴ κτίσις." Τοῦτο δὲ, φησὶ, ποιήσας, οὐκ ἐάσει λοιπὸν χώραν λαβεῖν τὴν ἀσέ βειαν, ἀλλ' εἰς αἰῶνα βασιλεύσει. ιαʹ. "Κύριος ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ." ∆ιὰ τούτων δὲ προηγόρευσε καὶ τὰς τῶν ἀσεβῶν ἐπαναστάσεις, καὶ τῶν νικηφόρων μαρτύρων τὴν νίκην, καὶ τὴν μετὰ ταῦτα παρασχεθεῖσαν ταῖς ἐκκλησίαις εἰρήνην. Κύ ριος ἰσχὺν τῷ λαῷ αὑτοῦ δώσει, τουτέστιν ἐν τῷ τοῦ πολέμου καιρῷ· καὶ εὐλογήσει τὸν λαὸν αὑτοῦ ἐν εἰρήνῃ, τὸν μακρὸν πόλεμον καταλύσας.
ΕΡΜΗΝ. ΤΟΥ ΚΘʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου, εἰς τὸ τέλος, τῷ ∆αβίδ." Οὔτε
τὸν θεῖον νεὼν ὁ μακάριος ἐδείματο ∆αβὶδ, οὔτε τῷ δειμαμένῳ ἁρ μόττει τοῦ ψαλμοῦ τὰ ῥητά. Ἐγκαινισμὸν τοί νυν οἴκου καλεῖ τὴν τῆς ἀνθρωπίνης φύσεως νεουρ γίαν· ἣν ὁ ∆εσπότης Χριστὸς ἐπετέλεσε, τὸν ὑπὲρ ἡμῶν καταδεξάμενος