62
ἤγαγε τὸ ξίφος. προσεσχηκὼς δὲ τούτῳ ὁ σπαθάριος τοῦ μαγίστρου ἐδέξατο αὐτὸ εἰς τὸν βραχίονα αὐτοῦ, τὸ δὲ ἄκρον τοῦ ξίφους ἀπέτεμε τὸ ὠτίον τοῦ Ἴλλου τὸ δεξιόν. τοῦτον 128 δὲ Ζήνων ἀναιρεῖ πείθων τὸν μάγιστρον Ἴλλον μὴ συνεγνωκέναι τὸ γεγονός, τῇ δὲ ἀληθείᾳ, ὅτι μὴ περιγέγονε τοῦ σκοποῦ. ἰαθεὶς δὲ τὴν πληγὴν ἐφόρει καμελαύκιον. καὶ ᾐτήσατο τὸν βασιλέα ἐπὶ τὴν ἀνατολὴν ἀπελθεῖν διὰ τὸ τοὺς ἀέρας ἀλλάξαι, ὅτι ἠσθένει ἐκ τῆς πληγῆς. ὁ δὲ βασιλεὺς θέλων αὐτὸν πληροφορῆσαι ἐποίησεν αὐτὸν στρατηγὸν τῆς ἑῴας ἁπάσης, δοὺς αὐτῷ ἐξουσίαν πᾶσαν, ὥστε καὶ δοῦκας ποιεῖν. ὁ δὲ παραλαβὼν μεθ' ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον, Σύρον τῷ γένει, ἄριστον δὲ κατὰ παιδείαν καὶ πολέμων ἐμπειρίαν ἡγούμενόν τε τῆς ἐν Θρᾴκῃ στρατιᾶς, καὶ σὺν αὐτῷ Μάρσον καὶ Παμπρέπιον τὸν συγκλητικόν, τὸν ἐπὶ μαγγανείᾳ διαβαλλόμενον· καὶ πλείστην ἁπλῶς περιβαλλόμενος δύναμιν, ἐν Ἀντιοχείᾳ ἐλθὼν τῆς Συρίας σαφῶς ἔδειξε τὴν τυραννίδα. Περσῶν βασιλεὺς Καβάδης ἔτη ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Στέφανος ἕτερος ὁ ῥιφεὶς εἰς τὸν Ὀρέντην ποταμὸν ἔτος αʹ. ζʹ. αʹ. ιβʹ. ιʹ. εʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει Στεφάνου τοῦ ἐπισκόπου Ἀντιοχείας κοιμηθέντος, Στέφανον ἕτερον ἀντ' αὐτοῦ ἐχειροτόνησαν κελεύσει τοῦ βασιλέως Ζήνωνος, ὃν οἱ ἐχθροὶ τῆς πίστεως τῇ πρὸς τὸν Κναφέα εὐνοίᾳ ἐν τῇ κολυμβήθρᾳ τοῦ ἁγίου μάρτυρος Βαρλαὰμ καλάμοις ὀξυνθεῖσιν ἀποσφάξαντες εἰς τὸν Ὀρέντην ποταμὸν ἔρριψαν τῷ θυμῷ τὴν ἄνοιαν καθοπλίσαντες. Ζήνων δὲ διὰ τὰ τολμηθέντα εἰς Στέφανον ἐκέλευσεν Ἀκάκιον τὸν Κωνσταντινουπόλεως χειροτονῆσαι ἐπίσκοπον Ἀντιοχείας· καὶ ἐχειροτόνησε Καλανδίωνα. ἦσαν δὲ καὶ οἱ Ἀντιοχεῖς χειροτονήσαντες κατὰ ἄγνοιαν Ἰωάννην, τὸν λεγόμενον Κωδωνάτον, ὃν Καλανδίων εἰς Τύρον πρωτόθρονον Ἀντιοχείας μετενεθρονίασεν. Τῷ δ' αὐτῷ ἔτει καὶ ἐν Ἀλεξανδρείᾳ Τιμόθεος ὁ Σαλοφακίαλος ἐτελεύτησεν, καὶ ἐχειροτονήθη Ἰωάννης ὁ Ταβεννησιώτης, ὅσιος ἀνὴρ καὶ τῶν ὀρθῶν δογμάτων ὑπέρμαχος, πρεσβύτερος ὢν καὶ οἰκονόμος τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας. ὁ δὲ πατρίκιος Ἴλλος σὺν Λεοντίῳ καὶ τοῖς λοιποῖς παραγίνεται εἰς τὸ Παπυρίου καστέλλιν καὶ ἐξαγαγὼν Βερίναν τὴν αὐγούσταν εἰς Ταρσὸν τῆς 129 Κιλικίας ἐποίησεν αὐτὴν στέψαι ἔξω τῆς πόλεως εἰς τὸν ἅγιον Πέτρον βασιλέα Λεόντιον τὸν πατρίκιον. καὶ ἔγραψεν ἡ δέσποινα Βερίνα σάκραν τοῖς Ἀντιοχεῦσι Σύροις εἰς τὸ δέξασθαι τὸν Λεόντιον βασιλέα, καὶ πρὸς πάντας δὲ τοὺς τῆς ἀνατολῆς ἄρχοντας καὶ τῆς Αἰγύπτου καὶ Λιβύης ἐποίησε σάκρας, ὥστε δέξασθαι Λεόντιον βασιλέα καὶ μὴ ἀντιστῆναι. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ὁ Ταβεννησιώτης ἔτη γʹ. Ἀντιοχείας ἐπίσκοπος Καλανδίων ἔτη δʹ. ηʹ. βʹ. ιγʹ. ιαʹ. ϛʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει καταλαβουσῶν τῶν σακρῶν τῆς δεσποίνης Βερίνης καὶ ἀναγνωσθεισῶν, ὧν ἡ περιοχὴ οὕτως "Βερίνα αὐγούστα τοῖς ἡμετέροις ἄρχουσι καὶ φιλοχρίστοις λαοῖς χαίρειν. ἴστε ὅτι τὸ βασίλειον ἡμέτερόν ἐστιν, καὶ ὅτι μετὰ τὴν ἀποβίωσιν τοῦ ἐμοῦ ἀνδρὸς Λέοντος προεχειρισάμεθα βασιλέα Τρασκαλισσαῖον, τὸν μετακληθέντα Ζήνωνα, ὥστε τὸ ὑπήκοον ἐπιβελτιωθῆναι. ὁρῶντες δὲ νῦν τὴν πολιτείαν κατόπιν φερομένην ἐκ τῆς αὐτοῦ ἀπληστίας, ἀναγκαῖον ἐλογισάμεθα βασιλέα ὑμῖν στέψαι χριστιανὸν εὐσεβείᾳ καὶ δικαιοσύνῃ κεκοσμημένον, ἵνα τά τε τῆς πολιτείας περισώσῃ πράγματα καὶ τὸ πολεμικὸν ἡσύχως ἄξῃ. ἐστέψαμεν δὲ Λεόντιον τὸν εὐσεβέστατον βασιλέα Ῥωμαίων, ὃς πάντας ὑμᾶς προνοίας ἀξιώσει." οἱ δὲ ἀποδεξάμενοι εὐφήμησαν τὸν Λεόντιον βασιλέα. θʹ. γʹ. ιδʹ. ιβʹ. ζʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἴλλος καὶ Λεόντιος Λογγῖνον, τὸν ἀδελφὸν Ζήνωνος, καὶ τὴν μητέρα αὐτοῦ ἐκ τοῦ καστελλίου ἀπέλυσαν. Βερίνα δὲ ἐκεῖ νοσήσασα ἐτελεύτησε καὶ μετὰ χρόνον ἀνεκομίσθη εἰς τὸ Βυζάντιον ὑπὸ Ἀρεάδνης. Ῥώμης ἐπίσκοπος Φίλιξ ἔτη θʹ. ιʹ. δʹ. αʹ. ιγʹ. ηʹ. γʹ. γʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθε Λεόντιος ἐν Ἀντιοχείᾳ ὡς βασιλεὺς μηνὶ Ἰουνίῳ κζʹ ἰνδικτιῶνι ζʹ, καὶ προεβάλετο ἔπαρχον πραιτωρίων Λιλιανόν, καὶ ἐξελθὼν