1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

63

λέγει αὐτοῖς· "Ἐπειδὴ κοπωμένοι ἐστέ, θέλω ὑμᾶς ὀλίγας ἡμέρας ἀναπαῆναι, καὶ εἶθ' οὕτως πάντα τὰ ὑφ' ὑμῶν λεχθέντα ποιήσω· *** ἐντεῦθεν ἀπέλθατε πρὸς τοὺς Ῥώμης, καὶ μάθετε παρ' αὐτῶν καὶ πείθεσθε, ὅτι ἀληθεύω ὑμῖν καὶ οὐ ψεύδομαι." Τῶν δὲ Χερσωνιτῶν ἀπελθόντων πρὸς Κώνσταν μετὰ καὶ πρέσβεων τοῦ Σαυρομάτου, ἐπύθοντο τὰ μεταξὺ αὐτῶν γενόμενα, ἀνήγγειλαν δὲ τῷ Κώνστᾳ καὶ πάντα τὰ ὑπ' αὐτῶν κατὰ τὴν Βοσποριανῶν καὶ τὴν Μαιώτιδα λίμνην γενόμενα, καὶ τό, πῶς τὰς φαμιλίας Σαυρομάτου παρέλαβον, καὶ ὅτι τῇ ἀνάγκῃ ταύτῃ εἰς εἰρήνην ἦλθεν ὁ Σαυρόματος. Ἀκούσας δὲ ταῦτα ὁ Κώνστας πάνυ ἐλυπήθη, καὶ λέγει τοῖς Χερσωνίταις· "Καὶ τί μοι τὸ ὄφελος λοιπὸν τῆς ὑμετέρας συμμαχίας, ἀφ' ἧς ἐγὼ ἐποίησα πάκτα δοῦναι αὐτοῖς χρυσίον τοσοῦτον;" Λέγουσιν αὐτῷ οἱ Χερσωνῖται· "Μὴ λυπηθῇς, δέσποτα, καὶ ἐὰν θέλῃς, ἡμεῖς ἀναλύομεν τὸ περὶ τῆς δόσεως πάκτον". Λέγει αὐτοῖς ὁ Κώνστας· "Καὶ πῶς δυνατόν;" Λέγουσιν αὐτῷ οἱ Χερσωνῖται· "∆ήλωσον καὶ αὐτὸς τῷ Σαυρομάτῳ, ὅτι· "Τὰ μὲν ἤδη μεταξὺ ἡμῶν γενόμενα πάκτα κεκράτηνται· ἐπεὶ οὖν τῇ αἰτίᾳ τῇ σῇ κἀγὼ ἀναλώματα καὶ ζημίας πολλὰς ἐποίησα σὺν τῷ στρατῷ ἀπὸ Ῥώμης ἕως τῶν ὧδε, δός μοι καὶ σὺ ταῦτα, κἀγώ σοι ἀποδίδωμι τὰς φαμιλίας σου πάσας καὶ τὴν πόλιν σου."" Περιχαρὴς δὲ γενόμενος ὁ Κώνστας ἐμήνυσεν ταῦτα τῷ Σαυρομάτῳ, Ὁ δὲ Σαυρόματος ἀκούσας καὶ λυπηθεὶς σφόδρα, μηνύει τῷ Κώνστᾳ λέγων, ὅτι· "Οὐ θέλω δοῦναι τίποτ' οὖν, οὐδὲ λαβεῖν, ἀλλὰ μόνον ἀπόστειλόν μοι τοὺς Χερσωνίτας, ἵνα τῶν ἐντεῦθεν ἀναχωρήσω." Λέγουσιν οἱ Χερσωνῖται τῷ Κώνστᾳ· "Μὴ ἀπολύσῃς ἡμᾶς, ἕως ἂν πάντας τοὺς αἰχμαλώτους ἀπολάβῃς." Τότε μηνύει ὁ Κώνστας τῷ Σαυρομάτῳ λέγων, ὅτι· "Ἀπόστειλόν μοι πάντας, οὓς ἔχεις, αἰχμαλώτους, καὶ ἀπολύω τοὺς Χερσωνίτας." Ὁ δὲ Σαυρόματος ταῦτα ἀκούσας, ἄκων καὶ μὴ βουλόμενος ἀπέλυσεν ἅπαντας, οὓς εἶχεν, αἰχμαλώτους ἕως ἑνός. Ἀπολαβὼν οὖν ὁ Κώνστας ἅπαντας τοὺς πραιδευθέντας, δύο τῶν Χερσωνιτῶν πρέσβεις κατασχὼν παρ' ἑαυτῷ, τοὺς ἄλλους ἀπέστειλεν πρὸς τὸν Σαυρόματον, ὅστις Σαυρόματος παραλαβὼν αὐτοὺς προαπέστειλεν ἐκ τῆς τῶν Λαζῶν χώρας μετὰ καὶ τῶν ἰδίων ἀνθρώπων πρὸς τὸ παραδοῦναι αὐτοὺς τήν τε Βόσπορον καὶ τὰς φαμιλίας αὐτῶν. Αὐτὸς δὲ ὁ Σαυρόματος τὴν πορείαν μετὰ τοῦ ἔθνους αὐτοῦ ἐν καταστάσει ἐποιεῖτο πρὸς τὸ †ἀθροίλους† τοὺς Χερσωνίτας παραδοῦναι τὰς φαμιλίας καὶ ἀναχωρῆσαι. Οἱ δὲ Χερσωνῖται τοὺς οἰκείους πρέσβεις ὑποδεξάμενοι ἐν τῇ Βοσπόρῳ, καὶ μεμαθηκότες τὰ γενόμενα ἅπαντα ὑπὸ Κώνσταντος καὶ τοῦ Σαυρομάτου, παρέδωκαν τοῦ Σαυρομάτου ἄνθρωπον τήν τε Βόσπορον καὶ τὰ τῆς Μαιώτιδος καστέλλια καὶ τὰς φαμιλίας πάσας ἀβλαβεῖς, καὶ κατέλαβον ἐν εἰρήνῃ τὴν Χερσωνιτῶν. Ὁ δὲ Κώνστας, ἀναχωρήσαντος τοῦ Σαυρομάτου ἐκ τῶν Ῥωμαϊκῶν τόπων, καὶ αὐτὸς ἀνέζευξεν ἐπὶ τὴν Ῥώμην, καὶ ἀνήγγειλεν πάντα τῷ βασιλεῖ τὰ ὑπὸ τῶν Χερσωνιτῶν γενόμενα, προσαγαγὼν καὶ τοὺς δύο αὐτῶν πρέσβεις, οὕστινας ἰδὼν ὁ βασιλεὺς καὶ φιλοφρόνως ἀποδεξάμενος καὶ τὰ μέγιστα εὐχαριστήσας, εἶπεν αὐτοῖς· "Τί θέλετε παράσχω ὑμῖν τε καὶ τῇ πόλει ὑμῶν ὑπὲρ τῆς τοιαύτης εὐνοίας τε καὶ συμμαχίας;" Οἱ δὲ εἶπον τῷ βασιλεῖ, ὅτι· "Ἡμεῖς, δέσποτα, οὐδὲν ἕτερον θέλομεν, εἰ μήτι γε τοῦτο μόνον αἰτοῦμεν, ἐφ' ᾧ τε δεξιὰς ἐλευθερίας καὶ ἀτελείας παρασχέσθαι ἡμῖν ὑπὸ τοῦ κράτους ὑμῶν." Ὁ δὲ βασιλεὺς ἀσμένως ὑποκύψας τῇ αἰτήσει αὐτῶν, ἀφθόνως παρέσχεν αὐτοῖς τὰς τοιαύτας τῆς ἐλευθερίας τε καὶ ἀτελείας δεξιάς, ἀποστείλας αὐτοὺς μετὰ καὶ δώρων πλείστων κατὰ τὴν Χερσωνιτῶν, ὡς γνησίους ὄντας αὐτοὺς ὑπηκόους τῆς Ῥωμαίων βασιλείας. Ὁ δὲ Κώνστας μεγάλως καὶ αὐτὸς ὑποδεχθεὶς παρὰ τοῦ βασιλέως ∆ιοκλητιανοῦ, ὡς ἀνδρείως παραταξάμενος κατὰ τὸν τῶν Σαυρομάτων πόλεμον καὶ περιφανὴς καὶ ἔνδοξος γενόμενος, μετ' ὀλίγον τινὰ χρόνον τῆς Ῥωμαίων ἀνεδείχθη βασιλείας, ∆ιοκλητιανοῦ ἐπὶ τὴν Νικομήδειαν ἐπαναγαγόντος. Κώνστα δὲ τελευτήσαντος, ἐν Ῥώμῃ ἐβασίλευσεν Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, καὶ ἐρχομένου