63
τις μὴ ἐργάζεται, οὗτος παρ' ὑμῖν μὴ ἐσθιέτω· ἀργοὺς γὰρ μισεῖ καὶ ὁ Κύριος ὁ Θεὸς ἡμῶν· ἀργὸς γὰρ εἶναι οὐκ ὀφείλει οὐδεὶς τῶν Θεῷ προσανεχόντων.
ΒIΒΛIOΝ Γ Περὶ χηρῶν β. Ὅτι παραιτητέον καθιστᾶν νεωτέραν χήραν διὰ τὸ ὕποπτον. γ. Ὁποίας εἶναι χρὴ τὰς ὄντως χήρας ἢ πῶς ἐπικουρεῖσθαι παρὰ τοῦ ἐπισκόπου. δ. Ὅτι πάνθ' ὁντιναοῦν ἐνδεῆ εὐποιεῖν χρή. ε. Ὅτι καὶ τοῦ ἤθους ἐπιμελητέον τῶν χηρῶν. ς. Ὅτι οὐ χρὴ γυναῖκας διδάσκειν, ἀπρεπὲς γάρ, καὶ ποῖαι γυναῖκες εἵποντο τῷ κυρίῳ. Ὅτι αἱ χῆραι μεμετρημένας ὀφείλουσιν ἔχειν τὰς προόδους. ζ. Oἷαί εἰσιν αἱ ψευδοχῆραι. η. Ὅτι οὐ χρὴ παρὰ ἀναξίων λαμβάνειν τὴν χήραν ἢ τὸν ἐπίσκοπον ἢ ἄλλον πιστόν. θ. Ὅτι οὐ χρὴ γυναῖκας βαπτίζειν· ἀσεβὲς γὰρ καὶ τῆς Χριστοῦ διδασκαλίας ἀλλότριον. ι. Ὅτι οὐ χρὴ λαϊκὸν ποιεῖν ἱερατικὸν ἔργον, βάπτισμα ἢ θυσίαν ἢ χειροθεσίαν ἢ εὐλογίαν. ια. Ὅτι πλὴν ἐπισκόπων ἢ πρεσβυτέρων οὐδενὶ τῶν λοιπῶν κληρικῶν ἐπιτέτραπται τὰ τῶν ἱερέων ἐνεργεῖν, τὸ δὲ χειροτονεῖν μόνῳ ἐπισκόπῳ προσήκει, ἑτέρῳ δὲ οὐδενί. ιβ. Ἀποτροπὴ βασκανίας. ιγ. Ὅπως δεῖ προσεύχεσθαι τὰς χήρας ὑπὲρ τῶν διδόντων τὰ πρὸς τὴν χρείαν. ιδ. Ὅτι οὐ χρὴ κομπάζειν καὶ περιαγγέλλειν τὸ ἑαυτῆς ὄνομα τὴν καρποφοροῦσαν κατὰ τὴν τοῦ κυρίου διάταξιν. ιε. Ὅτι ἀπρεπὲς τὸ λοιδορεῖν τὸν πλησίον· ἀλλότριον χριστιανῶν τὸ καταρᾶσθαι. ις. Περὶ μυήσεως θείας τοῦ ἁγίου βαπτίσματος. ιζ. Oἷαν αἰτίαν ἔχει τὸ εἰς Χριστὸν βάπτισμα καὶ διατί τῶν ἐπ' αὐτῷ ἕκαστον λέγεται καὶ πράττεται. ιη. Oἷος ὀφείλει εἶναι ὁ μεμυημένος. ιθ. Oἷοι ὀφείλουσι εἶναι οἱ διάκονοι. κ. Ὅτι ὑπὸ τριῶν ἢ δύο ἐπισκόπων ὀφείλει χειροτονεῖσθαι ὁ ἐπίσκο πος, ἀλλ' οὐχ ὑπὸ ἑνός· ἀβέβαιον γάρ. Χήρας δὲ καθιστᾶτε μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, ἵνα τρόπῳ τινὶ τὸ τῆς διγαμίας αὐτῶν ἀνύποπτον βέβαιον ὑμῖν διὰ τῆς ἡλικίας ὑπάρχῃ. Eἰ δὲ νεωτέραν καταστήσητε