1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

63

πάλιν τὸν Ἡρακλέα καὶ αὖθις 3.13.16 τὸν ∆ιόνυσον καὶ τὸν Ἀσκληπιὸν ὁμοίως ἀποφαινομένοις. πῶς γὰρ ὁ αὐτὸς πατὴρ ἂν γένοιτο καὶ υἱός, Ἀσκληπιὸς ὁμοῦ καὶ Ἀπόλλων; πῶς δὲ πάλιν εἰς Ἡρακλέα μετενεχθείη, εἰ δὴ ἐκ θνητῆς γυναικὸς τῆς Ἀλκμήνης ὁ Ἡρακλῆς αὐτοῖς ὁμολογεῖται; πῶς δ' ἂν ἐμμανὴς γένοιτο καὶ σφάξειεν τοὺς ἑαυτοῦ παῖδας ὁ ἥλιος, ὅτι δὴ καὶ ταῦτα προσαναγέγραπται τῷ Ἡρα3.13.17 κλεῖ; ἀλλὰ τοὺς ἄθλους ἐπιτελοῦντα τοὺς δώδεκα τὸν Ἡρακλέα τῆς κατ' οὐρανὸν διαιρέσεως τοῦ ζωδιακοῦ κύκλου, ὅν φασι τὸν ἥλιον περιπολεῖν, τὸ σύμβολον φέρειν. τίς οὖν ἔτι γένοιτ' ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων; πῶς δὲ ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεσπίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος, αἷς τὸν Ἡρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ' ἂν εἴη ὁ κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ ∆ηιάνειρα τὸν ἥλιον, 3.13.18 ὥσπερ οὖν τὸν Ἡρακλέα, τῇ δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ; ἀλλὰ γὰρ μηκέτ' ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δὲ ∆ιόνυσος· καὶ τί ταῦτα πρὸς τὸν ∆ιόνυσον; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη; πῶς δ' ἂν εἴη ὁ ∆ιόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις; τί δ' ἂν γένοιτο τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῆθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου, ὥσπερ οὖν ἡ τοῦ ∆ιονύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ' ἂν ὁ ∆ιό3.13.19 νυσος χορηγὸς ἐπὶ τὸν ἥλιον μεταγόμενος; εἰ δὲ καὶ Ἀσκληπιὸς πάλιν αὐτοῖς εἴη ὁ ἥλιος, πῶς οὗτος κεραυνοῦται ὑπὸ τοῦ ∆ιὸς ῥυπαρᾶς ἕνεκεν αἰσχροκερδείας, κατὰ τὸν Βοιώτιον μελοποιὸν Πίνδαρον ὧδέ πως λέγοντα· Ἔτραπεν κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανείς ... χερσὶ δ' ἄρα Κρονίων ῥίψας δι' ἀμφοῖν ἀμπνοὰς στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἔσκηψε μόρον. 3.13.20 τίνες δὲ καὶ οἱ ἐξ ἡλίου Ἀσκληπιάδαι, εἰς μακρὸν τοῦ βίου διαφυλαχθέντες καὶ θνητῶν ἀνδρῶν γένεσιν πᾶσιν ἀνθρώποις παραπλησίαν ὑποστησάμενοι; πλὴν ἀλλὰ πάλιν αὐτοῖς, ὥσπερ διὰ μηχανῆς, τὰς αἰσχρὰς καὶ μυθικὰς περὶ θεῶν διηγήσεις ἀποφεύγουσι πρὸς ἥλιον καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κό3.13.21 σμου μέρη ἀνατρέχοι ἂν ὁ λόγος. εἴ γε πῦρ μὲν ἦν αὐτοῖς ὁ Ἥφαιστος καὶ ἡ θερμὴ δύναμις, Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀήρ, καὶ γῆ πάλιν ἡ μὲν ὄρειος καὶ πετρώδης Ῥέα, ἡ δὲ γόνιμος καὶ πεδινὴ ∆ημήτηρ καὶ Κόρη δὲ ἡ σπερματοῦχος καὶ ∆ιόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις, σελήνη δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ καὶ πάλιν Ἑκάτη καὶ Εἰλείθυια, οὐκοῦν πάλιν τὴνκτίσιν παρὰ τὸν κτίστην καὶ τὴν δημιουργίαν τοῦ παντός, ἀλλ' οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται, λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως 3.13.22 καὶ ἐπὶ κακῷ τῆς ἰδίας αὐτῶν κεφαλῆς. εἰ δὲ μὴ τὰ ὁρώμενα σώματα ἡλίου καὶ σελήνης καὶ ἄστρων μηδέ γε τὰ αἰσθητὰ μέρη τοῦ κόσμου φήσουσι θεοποιεῖν, ἀλλὰ τὰς ἐν τούτοις ἀοράτους δυνάμεις αὐτοῦ δὴ τοῦ ἐπὶ πᾶσιν ἕνα γὰρ ὄντα θεὸν παντοίαις δυνάμεσι τὰ πάντα πληροῦν καὶ διὰ πάντων διήκειν καὶ τοῖς πᾶσιν ἐπιστατεῖν ἀσωμάτως καὶ ἀφανῶς ἐν πᾶσιν ὄντα καὶ διὰ πάντων διήκοντα, καὶ τοῦτον εἰκότως διὰ τῶν δεδηλωμένων σέβειν φασί, τί δῆτα τοιγαροῦν οὐχὶ τὰς αἰσχρὰς καὶ ἀπρεπεῖς περὶ θεῶν μυθολογίας ὡς ἂν ἀθέσμους καὶ ἀσεβεῖς παραιτησάμενοι καὶ αὐτάς γε τὰς περὶ τούτων βίβλους ὡς δυσσεβῆ καὶ ἀκόλαστα περιεχούσας ἀφανεῖς ποιήσαντες, τὸν ἕνα καὶ μόνον καὶ ἀόρατον θεὸν γυμνῶς καὶ καθαρῶς καὶ ἄνευ τινὸς αἰσχρᾶς 3.13.23 περιπλοκῆς ἀνυμνοῦσι; τοῦτο γὰρ δέον ἦν ποιεῖν τοῖς τἀληθὲς ἐπεγνωκόσι, μηδὲ κατάγειν καὶ καταβάλλειν εἰς αἰσχρὰς καὶ ἐμπαθεῖς ἀρρητολογίας τὴν σεβάσμιον τοῦ θεοῦ πρόσρησιν· ἀλλὰ μηδ' ἐν οἰκίσκοις καὶ σκότου μυχοῖς ἀνδρῶν τε οἰκοδομαῖς σφᾶς αὐτοὺς ἐναποκλείειν, ὡς ἔνδον εὑρήσοντας τὸν θεόν, μηδ' ἐν ξοάνοις ἐξ ἀψύχου πεποιημένοις ὕλης τὰς θείας