1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

63

Ἰωσήφ, προσκαλεσάμενος τοὺς υἱοὺς αὐτοῦ εὐλόγησε πάντας ἀπὸ Ῥουβὴν ἀρξάμενος. Ἐλθὼν δὲ ἐπὶ τὸν Ἰούδαν ὡς βασιλέα ηὐλόγησεν, ὅτι, φασί, καὶ αὐτὸς ἐν γυναικί, τῇ ἰδίᾳ νύμφῃ Θάμαρ, ἐδικαιώθη, ἀγνοίᾳ ἁμαρτήσας καὶ ἑαυτὸν κατακρίνας. ταύτην ἐκ γένους Ἀβραὰμ οὖσαν, ὥς τινες, ὁ Ἢρ υἱὸς Ἰούδα,ὡς ἐκ τῆς γῆς Χανανίτιδος, ὢν ἀνήρ, αὐτὸς πρῶτος οὐκ ἔγνω αὐτήν. ὁμοίως δὲ καὶ ὁ Αὐνὰν ὁ ἀδελφὸς αὐτοῦ τὸ ἴδιον σπέρμα ἠφάνιζε τῆς αὐ τῆς μητρός, παῖς ὢν Σαύας, ἥτις ἐκώλυσε καὶ τὸν Σηλὼμ ζευχθῆναι τῇ Θάμαρ, τῷ αὐτῷ μίσει κρατουμένη. Λευὶ ἐτῶν ρλζʹ ἐτελεύτησεν ἐν Αἰγύπτῳ τῷ κηʹ ἔτει τοῦ Ἄμβραμ πατρὸς Μωυσέως. τοῦ δὲ κόσμου ἦν ἔτος γχζʹ. Τῷ ξβʹ ἔτει Ἄμβραμ ἐγεννήθη Μαρία ἡ ἀδελφὴ Μωυσέως. τοῦ δὲ κό σμου ἦν ἔτος γψκδʹ. Τῷ οβʹ ἔτει Ἄμβραμ ἐγεννήθη Ἀαρών. τοῦ δὲ κόσμου ἦν ἔτος γψλδʹ. Τὸν δὲ Μωυσέα τεχθέντα μετὰ τριμηνιαῖον χρόνον οἱ γονεῖς ἐν θήβῃ κατησφαλτωμένῃ καταθέμενοι Ἄμβραμ καὶ Ἰωχάβετ ἡ μήτηρ πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ, φόβῳ τοῦ προστάγματος Φαραῶ, μὴ ζωογονεῖσθαι πᾶν ἄρρεν Ἑβραίοις κελεύσαντος, ἔρριψαν, τοῦτο μὲν διὰ πολλὴν ἀστειότητα κατοκνοῦντες θανάτῳ τοιοῦτον κάλλος ἐξαφανίσαι, τοῦτο δ' ὅτι προκεχρη μάτιστο θεόθεν τὰ κατ' αὐτὸν τῷ πατρὶ θεοφιλεῖ ὄντι, καθώς τινες τῶν ἐκ περιτομῆς ἱστορήκασιν, ὅτι γε τοῦ Ἰσραὴλ καθηγήσεται καὶ ὅτι τὴν Αἰγυπτίων δυναστείαν θείῳ συντρίψει πολέμῳ. τοῦτον ἡ θυγάτηρ Φαραῶ περιτυχοῦσα κατά τινα θείαν πρόνοιαν καὶ τὸ κάλλος ἐκπλαγεῖσα τοῦ βρέ φους ἐν τῷ περιιέναι σὺν ταῖς ἄβραις τοὺς αὐτόθι λειμῶνας, πολλαῖς θηλαῖς ἀλλοτρίαις προσαγαγοῦσα, πάσας εὗρεν ἀποστρεφόμενον· τρο φῷ δὲ χρησαμένη τῇ ἰδίᾳ μητρὶ Ἰωχάβετ ὡς ἀλλοτρίᾳ, τῇ συμβουλῇ 139 Μαρίας τῆς ἀδελφῆς, ἣ καὶ παρείπετο σκοποῦσα ῥιφέντι τὸ ἐκβησόμενον, ὡς οἰκεῖον ἡ ἀλλοτρία τὸν παῖδα τροφεύεσθαι κελεύεται, μισθοὺς ὑπο σχομένη τῆς τιτθείας, Μωυσέα τε μετονομάζει μετὰ τὴν πρώτην ἡλικίαν ἀνδρυνθέντα, διότι, φησίν, «ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην», τὸν Μελχίαν ὑπὸ τῶν γονέων πρὶν κληθέντα. Ἦν δ' ἄρα διπλῆ τις καὶ ἀξία τῶν ἐπ' αὐτῷ πραχθέντων ἡ τηλικαύτη προσηγορία. Μελχίας γὰρ βασιλεὺς ἑρμηνεύεται· Μωυσῆς δὲ ἐκ τοῦ ὕδα τος τῇ ἱερᾷ παρ' Αἰγυπτίοις φωνῇ. Ὁ δὲ αὐτὸς υἱὸς τῇ θυγατρὶ Φαραῶ Θερμούθιδι, τῇ καὶ Φαρίῃ, βασιλίδι οὔσῃ εἰσποιηθεὶς καὶ πᾶσαν Αἰγυπτίων ἀσκηθεὶς παίδευσιν ὡς βασι λίδος υἱός, δικαίως ἂν κληθείη κατὰ κόσμον βασιλεὺς ἐξ ὕδατος, ἵνα τὰ μετὰ ταῦτα κατὰ τὴν ἐρυθρὰν ἐπ' αὐτῷ πραχθέντα περὶ τὴν τοῦ λαοῦ δι' αὐτῆς πορείαν καὶ τὸν ὄλεθρον Αἰγυπτίων ἐν αὐτῇ τις ἐάσας τὴν ἐν τοῖς βασιλείοις ἀναγωγὴν αὐτοῦ καταμάθοι καὶ ἔτι τὴν κατὰ τῶν Αἰθιό πων στρατηγικὴν εὐδοκίμησιν, ἔνθα φασὶ πολιορκηθῆναι τὴν Αἰθιόπων Σαβᾶ καλουμένην πόλιν παρ' αὐτοῦ καὶ προδοθῆναι τελείως ὑπὸ Θαρβῆς θυγατρὸς τοῦ τηνικαῦτα βασιλέως Αἰθιόπων, ἁλούσης τῆς κόρης τῷ Μωυσέως ἔρωτι. τοσαύτην γὰρ αὐτῷ μαρτυροῦσιν αἵ τε θεῖαι γραφαὶ αἵ τε λοιπαὶ ἱστορίαι καὶ πρὸ τῆς θεοπτίας τὴν ὡραιότητα, ὡς πάντας ὁρῶν τας αὐτὸν ἐπιλανθάνεσθαι καὶ καταλιμπάνειν τὸ ἐν χερσὶ σπουδαζό μενον. Ταύτῃ τοι καὶ ἡ θυγάτηρ Φαραῶ Θέρμουθις αὐτὸν υἱοθετήσατο, καὶ Θαρβῆ θυγάτηρ Αἰθιόπων βασιλέως ἐκπλαγεῖσα τὸ κάλλος αὐτοῦ τὴν εἰρημένην Σαβᾶ μητρόπολιν, ὡς Ἰώσηππος, προὔδωκεν, ἣν χρόνοις ὕστε ρον Καμβύσης ἑλὼν ὁ Κύρου Μερόην εἰς ὄνομα καλεῖσθαι τῆς ἀδελφῆς ἐκέλευσε. φασὶ δ' ὅτι ποτὲ τοῦτον ἡ θετὴ μητὴρ Φαρία προσαγαγοῦσα τῷ Φαραῷ τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον βασιλικὸν ἀφελὼν περιέθηκε τῷ Μωυσῇ νηπιάζοντι· τοῦτον δὲ ῥίψαντα καταπατῆσαι αὐτὸν λόγος. 140 Τὰ μέντοι τῶν Ἑβραίων ἄρρενα, φησὶν Ἰώσηππος, ἀναιρεῖσθαι προσέταξε Φαραῶ, δεινοῦ τινος Ἑβραίων ἱερογραμματέως πρόρρησιν εἰπόντος ἀκούσας, ὅτι γεννώμενον παιδίον τὴν Αἰγυπτίων ἀρχὴν καταλύσει. τοιαύ τη τις ἐκ βρέφους τῷ Μωυσῇ θεία χάρις προσῆπται καὶ δύναμις καὶ ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἐξουσία ἕως τοῦ χρόνου τῆς