63
τε καὶ τὰ φρούρια παρέδοσαν Μιχαήλ. μετὰ δὲ τὸ ταύτην κατασχεῖν πανστρατιᾷ εἰσέβαλεν ἐς τὴν Ῥωμαίων, καὶ τὰ ἀνωτερικὰ μέρη τῆς Θρᾴκης ἐληΐσατο πάντα ἄχρι Βήρας ἐπελθὼν ἐν ἡμέραις μάλιστα δυοκαίδεκα. ἐκράτησε δὲ λείας οὐ πολλῆς διὰ τὸ τοὺς γεωργοὺς ἐκ προνοίας τοῖς φρουρίοις καὶ ταῖς πόλεσιν ἐγκατακλεισθῆναι. βασιλεὺς δὲ ὁ νέος ἐν ∆ιδυμοτείχῳ διατρίβων, οὐκ ἀντεπεξῆλθε Μυσοῖς διὰ τὸ μὴ στρατιὰν ἠθροισμένην ἀξιόμαχον ἔχειν. λύπῃ δὲ συνείχετο χαλεπῇ διὰ τὸ μὴ δύνασθαι ἀμύνασθαι τοὺς πολεμίους. σφαδάζων δὲ καὶ ἐκκαιόμενος τῷ θυμῷ, ἐπανιόντι μηνύει τῷ Μιχαὴλ, ὡς «σὺ μὲν ἐκ παρασκευῆς τὴν ὑπό σε ἀθροίσας στρατιὰν, εἰσέβαλες εἰς τὴν ἡμετέραν καὶ ἐκάκωσας ὅσον ἐξῆν. ἐμοὶ δὲ τὸ νῦν ἔχον ἀδυνάτως ἔχοντι ἐκ παρατάξεως διαγωνίσασθαι, ἥδιστ' ἂν μόνῳ γένοιτο διαγωνίσασθαι πρὸς μόνον.» αὐτὸς δὲ ἀπεκρίνατο μήτε ἐγκέφαλον ἂν 1.180 σχεῖν χαλκέα, εἰ ἐνὸν τοῦ πεπυρακτωμένου τῇ πυράγρᾳ ἅπτεσθαι σιδήρου, ὁ δ' ἀντὶ ταύτης τῇ χειρὶ χρῷτο· αὐτόν τε γέλωτα πολὺν ὀφλήσειν, εἰ μὴ τῇ στρατιᾷ πολλῇ τε καὶ ἀγαθῇ οὔσῃ, ἀλλὰ τῷ ἰδίῳ σώματι διακινδυνεύοι· διὸ οὐδὲ πράξειν ἃ προκαλεῖται παρ' αὐτοῦ. αὐτὸν δὲ τῷ ὑπερβάλλοντι πρὸς τοιαῦτα ἐξάγεσθαι τοῦ θυμοῦσθαι· μετὰ μικρὸν δὲ φιλίας αὐτοῖς γενησομένης ἰσχυρᾶς, ἅμα ἀλλήλοις ἑτέροις μαχοῦνται πολεμίοις. τοιαῦτα ἀποκρινάμενος ὁ Μιχαὴλ, ἐπανέζευξεν εἰς Μυσίαν. βασιλεὺς δὲ ὁ νέος ἐκ ∆ιδυμοτείχου εἰς Βυζάντιον ἐλθὼν, λύπης ἀνάπλεως ὢν διὰ τὴν εἰσβολὴν, «οὐ δίκαιόν ἐστιν» ἔλεγε πρὸς τὸν πάππον «πολλήν τε καὶ ἀγαθὴν ἔχοντας στρατιὰν, καὶ δυναμένους καὶ αὐτοὺς εἰς τὴν τῶν πολεμίων ἐσβαλόντας ἐκ τοῦ ὁμοίου τὴν ἐκείνων κακοῦν, ἢ ἀργοὺς καὶ ἀπράκτους καθῆσθαι παντελῶς, ἢ πρὸς σπονδὰς χωρεῖν πέμψαντας πρέσβεις, αὐτοῖς ἔργοις ὁμολογοῦντας, ὡς πάσχειν μόνον ἐπιτήδειοι κακῶς, οὐκέτι δὲ καὶ ἀντιδρᾷν ἐσμεν τοὺς πολεμίους δυνατοί. οὗ δὴ ἕνεκα δέομαί σου, βασιλεῦ, τὴν ἐπ' ἐκείνοις καὶ ἡμῖν ἐκστρατείαν ἐπιτρέψαι· τιμωρησαμένοις δὲ τοὺς πολεμίους τῆς ἀδικίας τῆς εἰς ἡμᾶς, τότ' ἤδη, εἴγε φαίνοιτο λυσιτελεῖν, τὰς πρὸς αὐτοὺς ποιήσομεν σπονδὰς, ἐγνωκότας ἀκριβῶς ὡς ἀλυσιτελὲς αὐτοῖς τὸ προεπιχειρεῖν ἡμῖν.» τοιαῦτα μὲν ὁ νέος εἴρηκε βασιλεὺς, τὸν πρεσβύτερον πρὸς τὸν κατὰ τῶν βαρβάρων πόλεμον ἐξορμῶν. παρὼν δὲ καὶ ὁ μέγας δομέστικος αὐτοῖς διαλεγομένοις «τὸ ἀδικεῖσθαι» εἶπε 1.181 «καὶ κακῶς πάσχειν ὑφ' ὁτουοῦν ἐν πᾶσιν ἴσον ὂν, μείζω ἢ ἐλάσσω τὴν ὀδύνην παρὰ τὸ ἀξίωμα τῶν ἀδικούντων φέρει. διὸ καὶ πάντες ἄνθρωποι τοῖς κρείττοσι μὲν δουλεύουσιν ἀνεπαχθῶς, ἀμύνεσθαι δὲ ἀξιοῦσι τοὺς ἴσους, ἂν ἀδικῶνται· καὶ μᾶλλόν τοι αἱροῦνται τὸν κίνδυνον ὑπὲρ τοῦ μὴ δουλεύειν καὶ τῆς εὐκλείας, ἢ τὴν ἐν τῷ αὐτίκα ῥᾳστώνην δέει τοῦ μὴ φοβερώτερα παθεῖν. οἱ νυνὶ δὲ πολεμοῦντες ἡμῖν Μυσοὶ οὐχ ὅπως μείζους, ἀλλὰ καὶ ἐλάσσους ἡμῶν εἰσι πολλῷ τῷ μέτρῳ. οἵ τε γὰρ βασιλεύοντες ἡμῶν ὑμεῖς τῶν ἐκείνων βασιλέων καὶ φρονήσει καὶ ἀνδρίᾳ καὶ ἐμπειρίᾳ τῇ πρὸς τοὺς πολέμους ὑπερέχετε πολλῷ, καὶ στρατηγοῖς ἔχετε χρῆσθαι καὶ πλείοσι καὶ βελτίοσιν ἐκείνων· χώρας τε ἄρχετε κατὰ πάντα ὑπερεχούσης καὶ πλήθει στρατιᾶς καὶ μεγέθει πόλεων καὶ ἀριθμῷ καὶ προσόδοις ἐτησίοις καὶ τῇ ἄλλῃ πάσῃ κατασκευῇ. ἄτοπον οὖν ἐκείνους μὲν ἐκ τοῦ ἐλάττονος ὁρμωμένους ἡμᾶς κακοῦν, ὑμᾶς δὲ μὴ χρῆσθαι τῇ σφετέρᾳ αὐτῶν δυνάμει, ἀλλ' ἐᾷν αὐτοὺς ἀτιμωρήτους. τοῦτο μὲν οὖν ὑμῖν προσήκειν ἡγοῦμαι τοῖς βασιλεῦσιν. ἐγὼ δὲ καὶ ἄλλως μὲν πρόθυμος πρὸς τὸ τοῖς προστάγμασιν ὑμῶν ἐξυπηρετεῖν δίκαιος εἶναι ὁμολογῶ· πρὸς δὲ τὸν ἐνεστῶτα νυνὶ πόλεμον τουτονὶ οὐκ αὐτοχειρίᾳ μόνον, ἀλλὰ καὶ χρήμασιν ἰδίοις καὶ οἰκέταις ὑπέρ τε τῆς τῶν ὁμοφύλων ὠφελείας καὶ τῆς εὐδοξίας τῶν βασιλέων ὑμῶν, τὴν δυνατὴν ἕτοιμός εἰμι εἰσφέρειν καὶ σπουδὴν καὶ προθυμίαν. οἴομαι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ὁμοίως ἐμοὶ 1.182 τῶν ἐπιφανεστέρων διακεῖσθαι. εἰ δ' ὑμῖν δοκεῖ καὶ προστάττετε τοῦτο, καὶ καθ' ἑαυτοὺς ἡμεῖς, οἱ τῆς συγκλήτου, ποιήσαντες ἐκκλησίαν ὅ, τι χρὴ πράττειν βουλευσόμεθα περὶ τοῦδε τοῦ πολέμου.» ληʹ.