63
πεποίηκεν. ἐν τούτῳ δὲ ὁ ̓Ιωάχαζ τοῦ θεοῦ δεηθεὶς σωτηρίαν ευρατο καὶ ἀνακωχὴν τῶν δεινῶν. ἑπτακαίδεκα δὲ βασιλεύσας ετη θνήσκει, διάδοχον τῆς βασιλείας ἐσχηκὼς ̓Ιωὰς τὸν 1.158 υἱόν, ὁμωνυμοῦντα τῷ τῆς ̓Ιούδα φυλῆς βασιλεύοντι. οὐχ ομοιος δὲ τῷ πατρὶ ὁ ̓Ιωὰς ουτος ἐγένετο, ἀγαθὸς δέ. ος καὶ τοῦ ̓Ελισσαίου νοσήσαντός τε καὶ θνήσκοντος ἐθρήνει, πατέρα αὐτὸν καὶ οπλον καλῶν, ὡς δι' αὐτοῦ κρατῶν τῶν ἐχθρῶν. ὁ δὲ προφήτης παρεμυθεῖτο αὐτόν· καὶ τόξον ἐκέλευε λαβόντα βέλη βαλεῖν. τρισσάκις δὲ τοῦ βασιλέως τοξεύσαντος καὶ παυσαμένου, ειπεν ὁ ̓Ελισσαῖος "εἰ μὲν πλείω ἀφῆκας βέλη, ἐξέκοψας αν ῥιζόθεν τὴν τῶν Σύρων ἀρχήν· νῦν δ' ἰσαρίθμους τοῖς βέλεσι νίκας νικήσεις αὐτούς, καὶ τὴν χώραν ην ἐκεῖνοι ἀφείλοντο ἐπανασώσεις σου τῇ ἀρχῇ." ειτα ὁ προφήτης ἐξέλιπε καὶ ετυχε ταφῆς μεγαλοπρεποῦς. λῃσταὶ δέ τινα ἀνελόντες εἰς τὸν τάφον τοῦ προφήτου αὐτὸν ερριψαν· καὶ ἀνέζησεν ὁ ῥιφεὶς καὶ ἀνέστη. ἀπέθανε δὲ καὶ ̓Αζαὴλ ὁ βασιλεὺς Συρίας ἐπὶ διαδόχῳ τῷ υἱῷ Αδερ· ῳ συμβαλὼν ̓Ιωὰς ὁ τῶν ̓Ισραηλιτῶν βασιλεύς, καὶ τρισσάκις ἡττήσας, ἐπανεσώσατο τῷ ̓Ισραὴλ τὴν χώραν καὶ τὰς πόλεις ας ̓Αζαὴλ ἀφείλετο ὁ τοῦ Αδερ πατήρ. ̓Ιωὰς δὲ ὁ βασιλεὺς ̓Ιούδα ἐτῶν μὲν ων ἑπτὰ οτε ἀνερρήθη, βασιλεύσας δὲ ἐνιαυτοὺς τεσσαράκοντα, ἐτελεύτησεν, ἀναιρεθεὶς παρὰ τῶν θεραπόντων αὐτοῦ. καὶ τὴν βασιλείαν τῆς ̔Ιερουσαλὴμ ὁ υἱὸς αὐτοῦ ̓Αμεσίας περιεζώσατο, εὐσεβὴς γεγονώς, ἐτῶν ων οτε τῆς ἀρχῆς ἐπέβη πέντε καὶ εικοσιν, ἠνυκὼς δὲ τὴν βασιλείαν ἐπ' ἐνιαυτοὺς ἐννέα καὶ εικοσι. καὶ τοὺς ἀνελόντας τὸν πατέρα αὐτοῦ κολάσας, τοὺς ἐκείνων παῖδας ἀθῴους ἀφῆκε κατὰ τὸν νόμον, λέγοντα "οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὐδὲ μέντοι διὰ πατέρας υἱοί." ος καὶ κατὰ τῶν ̓Ιδουμαίων καὶ ̓Αμαληκιτῶν στρατεύσας συμμάχους ἐκ τῶν ̓Ισραη1.159 λιτῶν ἐμισθώσατο. προφήτης δέ τις καταλιπεῖν τοὺς συμμάχους αὐτῷ συνεβούλευε καὶ μετὰ μόνων τῶν οἰκείων διαθέσθαι τὸν πόλεμον. ῳ πεισθεὶς ἀπέλυσε τοὺς ̓Ισραηλίτας, καὶ τὸν μισθὸν αὐτοῖς χαρισάμενος. συμβαλὼν ουν τοῖς ἀλλοφύλοις ἐνίκησεν. οἱ δ' ἀπολυθέντες σύμμαχοι ὀργισθέντες τήν τε χώραν τῶν ̓Ιουδαίων κατέδραμον καὶ πολλοὺς ἀνεῖλον. ̓Αμεσίας δὲ διὰ τὸ εὐτύχημα φρονηματισθείς, καὶ ἀσεβήσας εἰς θεόν, διεπέμψατο πρὸς ̓Ιωὰς τὸν βασιλέα τοῦ ̓Ισραήλ, ἀπαιτῶν πρὸς αὐτὸν ηξειν, ὡς ὑποκεῖσθαί οἱ ὀφείλοντα, ἀπογόνῳ ∆αβὶδ καὶ Σολομῶντος τυγχάνοντι. ὁ δὲ ἀνταπέστειλε μηνύων αὐτῷ ὡς "τὴν κέδρον ἡ ακνος ἠξίου κῆδος ἐπὶ τοῖς παισὶ τοῖς οἰκείοις ποιήσασθαι. ἐν τοσούτῳ δὲ τὰ θηρία τοῦ ἀγροῦ παρερχόμενα συνεπάτησαν τὴν ακνον, καὶ ἀπώλετο. τοῦτό σοι ἀρκετὸν εἰς παράδειγμα· καὶ μὴ οτι εὐτύχησας πατάξας τοὺς ἀλλοφύλους μέγα φρόνει, μηδὲ τὸν λαόν σου καὶ ἑαυτὸν εἰς κινδύνους συνώθει." πρὸς ταῦτα ὀργισθεὶς ̓Αμεσίας στρατεύει κατὰ τοῦ ̓Ιωάς. φόβος δ' ἐμπίπτει τῇ αὐτοῦ στρατιᾷ, καὶ τρέπεται εἰς φυγήν· μονωθεὶς δὲ ̓Αμεσίας συλλαμβάνεται παρὰ τῶν πολεμίων καὶ ἀπάγεται πρὸς τὸν ̓Ιωάς. ὁ δὲ δέσμιον αγων αὐτὸν ηλθεν εἰς ̔Ιερουσαλήμ, καὶ καθελὼν τοῦ τείχους μέρος, εἰσήλασε διὰ τοῦ καθαιρεθέντος εἰς τὴν πόλιν ἐφ' αρματος, καὶ ἀφείλετο τούς τε ἱεροὺς θησαυροὺς καὶ οσα ἐν τοῖς βασιλείοις ἀπέκειτο. καὶ λύσας τὸν ̓Αμεσίαν ἐπανῆλθεν εἰς τὴν Σαμάρειαν. καὶ βασιλεύσας τὰ πάντα ετη ἑξκαίδεκα τελευτᾷ. καὶ ἐβασίλευσεν ̔Ιεροβοὰμ ὁ υἱὸς αὐτοῦ. ̓Αμεσίας δὲ μετὰ ταῦτα ἐπιβουλευθεὶς ἀνῃρέθη, ζήσας τέσσαρας ἐνιαυτοὺς καὶ πεντήκοντα, βασιλεύσας δὲ εικοσι καὶ ἐννέα. ἐχρίσθη δὲ 1.160 βασιλεὺς ὁ υἱὸς αὐτοῦ ̓Οζίας, ἐτῶν ὑπάρχων ἑξκαίδεκα. ̔Ιεροβοὰμ δὲ ὁ υἱὸς ̓Ιωὰς ἀσεβὴς ἐγένετο καὶ παράνομος. καὶ τοιοῦτος δὲ ων, τοῦ θεοῦ τὸν ̓Ισραηλίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου ̓Ιωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος. Τοῦτον τὸν προφήτην ἀπέστειλεν ὁ θεὸς εἰς Νινευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν τῶν Νινευιτῶν ἐξολόθρευσιν. ὁ δὲ οὐκ ἀπῄει, ἀλλ' ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγονότος ἡ ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν